[ ] Akarnania — Stratos — 2nd c. BC
1 [κ]αὶ φθιμένων ἀρετᾶς λάμπε[ι] κ̣λέος, οἷσ[ι] δ̣ι’ ἔργων
[μ]υρί’ ἀνικάτου μίμνει ἄεθλα δορός·
οὐ ψευδὴς μύθων κέχυται φάτις, ἀλλ[ὰ] τυπωθεὶς
χαλκὸς ἀρίγνωτος· [Π]α[νταλέω]ν̣ Ἀγέμ[ου].
5 Σωσάνδρου δώρημα, τ̣ὸ [θ]ήκ[ατο] Πανταλέ[ωνι]
ἀρχεύσας ἐρατῆς γυμν[άδο]ς ἠιθέων.
τῶι καὶ, δαῖμον, ἄεξε ——τὸ γὰρ [θ]έμις—— [ο]ὔνομα κλῄζω̣[ν]
ἀνέρα καὶ βιότου πείρατα κεδνὰ πόροις.
Search Help
Contact Us