[ ]
Thessalia — Meliteia — 213/2 BC — IG XI,2.205; Syll(3).546B
| 1 | Μελιταιέοις καὶ Πηρέοις ἔκριναν οἱ ὑπὸ τῶν Αἰτωλῶν αἱρεθέν- |
| τες δικασταὶ Δωρίμαχος, Πολεμαῖος, Ἀργεῖος Καλυδώνιοι αὐτῶν | |
| ἐπιχωρησάντων ἐξ ὁμολόγων· ὅρια μὲν εἶμεν τᾶς χώρας Μελιταιέ- | |
| οις καὶ Πηρέοις, ὡς ὁ Ἀκμεὺς ἐμβάλλει ἐν τὸν Εὐρωπόν, καὶ ἀπὸ τοῦ | |
| 5 | Ἀκμέος ἐν τὰν παγὰν τοῦ Γαλαίου, καὶ ἀπὸ τοῦ Γαλαίου ἐν τὰν Κολώ- |
| ναν, καὶ ἀπὸ τᾶς Κολώνας ἐπὶ τὸ Ἑρμαῖον ἐπὶ τὰ Εὐρύνια, καὶ ἀπὸ τῶν Ε[ὐ]- | |
| ρυνίων κατὰ τῶν ἄκρων, ὡς ὕδωρ ῥεῖ ἐν τὸν Εὐρωπόν, ἐκ τοῦ Εὐρω- | |
| ποῦ ἐν τὸν Ἐλιπῆ, ἐκ τοῦ Ἐλιπέος ἐν τὸ νέμος τὸ ἄγον ἐν τὰν Ἄ[μπε]- | |
| λον, ἀπὸ τᾶς Ἀμπέλου κατὰ τῶν ἄκρων ἐπὶ τὸ Ὕπατον, ἀπὸ | |
| 10 | v τοῦ Ὑπάτου ἐν τὸν Κερκινῆ, ἀπὸ τοῦ Κερκινέος ἐν |
| v τὰν Μύνιν, ἀπὸ τᾶς Μύνιος ἐν τὸν Εὐρωπόν, τοῦ Σκαπεταίου | |
| καὶ τοῦ Εὐρωποῦ ἐν τὰν συμβολάν. τὰν δὲ δαμοσίαν χώ- | |
| ραν, τούς τε Καράνδας καὶ τὰν Φυλιαδόνα, μὴ ἀποδόσθων Με- | |
| λιταεῖς ὥστε πατρώιαν ἔχειν τὸν πριάμενον πολιτευόντω[ν] | |
| 15 | Πηρέων μετὰ Μελιταιέων, ἀλλὰ κατ’ ἄνπαλον μισθούντω κα- |
| θὼς καὶ τὸ πρότερον. εἰ δέ κα ἀποπολιτεύωντι Πηρεῖς ἀπὸ Μελ[ι]- | |
| ταέων, περὶ μὲν τᾶς χώρας ὅροις χρήσθων τοῖς γεγραμμένοις καὶ ἔ- | |
| χοντες ἀποπορευέσθων βουλευτὰν ἕνα καὶ τὰ δάνεια συναπο- | |
| τινόντω, ὅσα κα ἁ πόλις ὀφείλῃ, κατὰ τὸ ἐπιβάλλον μέρος | |
| 20 | τοῦ βουλευτᾶ καὶ ἐμφερόντω τὰ ἐ[ν] τοὺς Αἰτωλοὺς γινόμε- |
| να κατὰ τὸν βουλευτάν. ἀποδόντων δὲ οἱ Πηρεῖς τὰς δεκάτας | |
| τὰς γινομένας τοῖς δανεισταῖς, ἃς ὀφείλοντι ἐτέων τριῶν, ἀ- | |
| ναβολὰν λαβόντες ἔτη τρία. ὅσα δὲ καὶ πρότερον ἐλάμβανον ο[ἱ] | |
| Πηρεῖς πὰρ τᾶς πόλιος κατ’ ἐνιαυτόν, τοῖς τε ἀρχόντοις ἀργυρίου | |
| 25 | μνᾶς τρεῖς καὶ κάρυκι στατῆρας δέκα καὶ εἰς τὸ ἔλαιον τοῖς νεανί- |
| οις(!) στατῆρας δέκα καὶ εἰς τὰν θυσίαν τῶν Σωτηρίων στατῆρας πέντε, | |
| καὶ νῦν λανβανόντω, καὶ τὰ λοιπὰ ἐπιμελέσθω ἁ πόλις τῶν Μελιτα- | |
| έων τῶν κοινῶν ἐμ Πηρέοις καθὼς καὶ τὸ πρότερον. νόμοις δὲ χρήσ- | |
| θων Πηρεῖς τοῖς αὐτοῖς καὶ Μελιταεῖς. τὰς δὲ ἐν ἀγορανόμοις δίκας γινομέ̣- | |
| 30 | νας Πηρέοις ποτὶ Πηρεῖς κατὰ τετράμηνον δικαζόντω ἐμ Πηρέοις οἱ ἐγ Με- |
| λιτείας ἀγορανόμοι. ἀναγραφήτω δὲ ταῦτα ἐν στάλας ἔν τε Μελιτείαι | |
| καὶ ἐν Δελφοῖς καὶ ἐν Καλυδῶνι καὶ ἐν Θέρμωι. μάρτυρες· τὸ συνέδριον ἅ- | |
| παν τὸ ἐπὶ γραμματέος Λύκου καὶ οἱ προσστάται τοῦ συνεδρίου [Πει]- | |
| θόλαος Σπάττιος, Δύσωπος Ἀπολλωνιεὺς καὶ ὁ γραμματεὺς [Λύ]- | |
| 35 | κος Ἐρυθραῖος καὶ ὁ ἱππάρχας Ἀλέξων Ἑρμάττιος, Πανταλέω[ν Πε]- |
| τάλου Πλευρώνιος, Νικόστρατος Νικοστράτου Ναυπάκτιος, | |
| Δαμόξενος Θεοδώρου Ἡρακλεώτας. |