[ ] Thessalia — Meliteia — 213/2 BC — IG XI,2.205; Syll(3).546B
1 Μελιταιέοις καὶ Πηρέοις ἔκριναν οἱ ὑπὸ τῶν Αἰτωλῶν αἱρεθέν-
τες δικασταὶ Δωρίμαχος, Πολεμαῖος, Ἀργεῖος Καλυδώνιοι αὐτῶν
ἐπιχωρησάντων ἐξ ὁμολόγων· ὅρια μὲν εἶμεν τᾶς χώρας Μελιταιέ-
οις καὶ Πηρέοις, ὡς ὁ Ἀκμεὺς ἐμβάλλει ἐν τὸν Εὐρωπόν, καὶ ἀπὸ τοῦ
5 Ἀκμέος ἐν τὰν παγὰν τοῦ Γαλαίου, καὶ ἀπὸ τοῦ Γαλαίου ἐν τὰν Κολώ-
ναν, καὶ ἀπὸ τᾶς Κολώνας ἐπὶ τὸ Ἑρμαῖον ἐπὶ τὰ Εὐρύνια, καὶ ἀπὸ τῶν Ε[ὐ]-
ρυνίων κατὰ τῶν ἄκρων, ὡς ὕδωρ ῥεῖ ἐν τὸν Εὐρωπόν, ἐκ τοῦ Εὐρω-
ποῦ ἐν τὸν Ἐλιπῆ, ἐκ τοῦ Ἐλιπέος ἐν τὸ νέμος τὸ ἄγον ἐν τὰν Ἄ[μπε]-
λον, ἀπὸ τᾶς Ἀμπέλου κατὰ τῶν ἄκρων ἐπὶ τὸ Ὕπατον, ἀπὸ
10 v τοῦ Ὑπάτου ἐν τὸν Κερκινῆ, ἀπὸ τοῦ Κερκινέος ἐν
v τὰν Μύνιν, ἀπὸ τᾶς Μύνιος ἐν τὸν Εὐρωπόν, τοῦ Σκαπεταίου
καὶ τοῦ Εὐρωποῦ ἐν τὰν συμβολάν. τὰν δὲ δαμοσίαν χώ-
ραν, τούς τε Καράνδας καὶ τὰν Φυλιαδόνα, μὴ ἀποδόσθων Με-
λιταεῖς ὥστε πατρώιαν ἔχειν τὸν πριάμενον πολιτευόντω[ν]
15 Πηρέων μετὰ Μελιταιέων, ἀλλὰ κατ’ ἄνπαλον μισθούντω κα-
θὼς καὶ τὸ πρότερον. εἰ δέ κα ἀποπολιτεύωντι Πηρεῖς ἀπὸ Μελ[ι]-
ταέων, περὶ μὲν τᾶς χώρας ὅροις χρήσθων τοῖς γεγραμμένοις καὶ ἔ-
χοντες ἀποπορευέσθων βουλευτὰν ἕνα καὶ τὰ δάνεια συναπο-
τινόντω, ὅσα κα ἁ πόλις ὀφείλῃ, κατὰ τὸ ἐπιβάλλον μέρος
20 τοῦ βουλευτᾶ καὶ ἐμφερόντω τὰ ἐ[ν] τοὺς Αἰτωλοὺς γινόμε-
να κατὰ τὸν βουλευτάν. ἀποδόντων δὲ οἱ Πηρεῖς τὰς δεκάτας
τὰς γινομένας τοῖς δανεισταῖς, ἃς ὀφείλοντι ἐτέων τριῶν, ἀ-
ναβολὰν λαβόντες ἔτη τρία. ὅσα δὲ καὶ πρότερον ἐλάμβανον ο[ἱ]
Πηρεῖς πὰρ τᾶς πόλιος κατ’ ἐνιαυτόν, τοῖς τε ἀρχόντοις ἀργυρίου
25 μνᾶς τρεῖς καὶ κάρυκι στατῆρας δέκα καὶ εἰς τὸ ἔλαιον τοῖς νεανί-
οις(!) στατῆρας δέκα καὶ εἰς τὰν θυσίαν τῶν Σωτηρίων στατῆρας πέντε,
καὶ νῦν λανβανόντω, καὶ τὰ λοιπὰ ἐπιμελέσθω ἁ πόλις τῶν Μελιτα-
έων τῶν κοινῶν ἐμ Πηρέοις καθὼς καὶ τὸ πρότερον. νόμοις δὲ χρήσ-
θων Πηρεῖς τοῖς αὐτοῖς καὶ Μελιταεῖς. τὰς δὲ ἐν ἀγορανόμοις δίκας γινομέ̣-
30 νας Πηρέοις ποτὶ Πηρεῖς κατὰ τετράμηνον δικαζόντω ἐμ Πηρέοις οἱ ἐγ Με-
λιτείας ἀγορανόμοι. ἀναγραφήτω δὲ ταῦτα ἐν στάλας ἔν τε Μελιτείαι
καὶ ἐν Δελφοῖς καὶ ἐν Καλυδῶνι καὶ ἐν Θέρμωι. μάρτυρες· τὸ συνέδριον ἅ-
παν τὸ ἐπὶ γραμματέος Λύκου καὶ οἱ προσστάται τοῦ συνεδρίου [Πει]-
θόλαος Σπάττιος, Δύσωπος Ἀπολλωνιεὺς καὶ ὁ γραμματεὺς [Λύ]-
35 κος Ἐρυθραῖος καὶ ὁ ἱππάρχας Ἀλέξων Ἑρμάττιος, Πανταλέω[ν Πε]-
τάλου Πλευρώνιος, Νικόστρατος Νικοστράτου Ναυπάκτιος,
Δαμόξενος Θεοδώρου Ἡρακλεώτας.
Search Help