[ ] Aitolia — Thermos — ca. 284-281 BC
1 ἄλσει ἐνὶ χρυσέωι σε βοαδρομέοντα σὺν ἵππωι
[Φ]ωκίσι Τείθρωνος κτεῖνεν ὑπὸ στεφάναις
δ̣υσμενέων κρυφθεὶς ἄφατος λόχος, ἄξια πάτρας,
ἄ̣ξ̣ι̣α δ’ Οἰνειδᾶν μησάμενον προγόνων.
5 μ̣ν̣αμόσυνον δὲ πατὴρ μορφᾶς σέθεν εἵσατο τόνδε
χαλκὸν Ἀπόλλωνος πὰρ τριπόδεσσι Δράκων,
ὅς σε καὶ ἐμ φθιμένοισιν ἐόντ’ εἰς φένγος ἀνάξει,
Σ̣κορπίων· ὣς ἀγαθῶν οὐκ ἀπόλωλε ἀρετ<ά>.
Search Help
Contact Us