[ ]
Aitolia — Thermos — ca. 284-281 BC
| 1 | ἄλσει ἐνὶ χρυσέωι σε βοαδρομέοντα σὺν ἵππωι |
| [Φ]ωκίσι Τείθρωνος κτεῖνεν ὑπὸ στεφάναις | |
| δ̣υσμενέων κρυφθεὶς ἄφατος λόχος, ἄξια πάτρας, | |
| ἄ̣ξ̣ι̣α δ’ Οἰνειδᾶν μησάμενον προγόνων. | |
| 5 | μ̣ν̣αμόσυνον δὲ πατὴρ μορφᾶς σέθεν εἵσατο τόνδε |
| χαλκὸν Ἀπόλλωνος πὰρ τριπόδεσσι Δράκων, | |
| ὅς σε καὶ ἐμ φθιμένοισιν ἐόντ’ εἰς φένγος ἀνάξει, | |
| Σ̣κορπίων· ὣς ἀγαθῶν οὐκ ἀπόλωλε ἀρετ<ά>. |