[ ] Ionian Isl. — Kerkyra — end 2nd/beg. 3rd c. AD
1 [δ]αίμονες ἀθάνατοι πολλοὶ κατ’ Ὀλύμπιον ἕδρην,
  ἀλλὰ θεὸς τούτων ἐστὶ πατὴρ ὁ μέγας,
ὃς κόσμον διέταξε, Σελήνην νυκτὶ κελεύσας
  πείθεσθαι, Τειτᾶνα ἡμεριναῖς χάρισι.
5 ᾧ π<ε>ισθεῖσα δέμας μὲν ἐπὶ χθονός, ἧς ἀπετέχθην,
  λείπω, τὴν ψυχὴν δ’ ἀθανάτην ἔλαχον.
ἐν γαίῃ μὲν σῶμα τὸ συνγενές, οὐράνιος δὲ
  ἤλυθεν ἡ ψυχὴ δῶμα κατ’ οὐ φθίμενον.
κεῖται μὲν γαίῃ φθίμενον δέμας, ἡ δὲ δοθεῖσα
10   ψυχή μοι ναίει δώματ’ ἐπουράνια.
ἀθάνατος ψυχὴ τὰ μὲν οἰκία τῶν ἐν Ὀλύμπῳ
  ναίω, σῶμα δ’ ἐμὸν γαῖα φέρει φθίμενον.
ἓν μὲν ὑπ’ ἀνκαλίσιν φέρομαι τέκνον ἑνδεχ[έτηρον]
  Εὐόδῳ ὃς πόσις ἦν ὁππότ’ ἔναιε δόμους·
15 τεσσαρακονταετὴς δὲ πρὸς οὐρανὸν ἀστερόεντα
 ἤλυθον, ἐν γαίῃ σῶμ’ ἐμὸν ἐνθεμένη.
Search Help
Contact Us