[ ]
Phokis — Tithora — beg. 2nd c. AD
| 1 | θεὸς τύχαν ἀγαθάν. |
| ἄρχοντος ἐν Τιθόρᾳ Κάφιδο- | |
| ς τοῦ Ἀριστίωνος, ἱερητεύοντος δ- | |
| ὲ τῷ θεῷ τῷ Σαράπι Νεικαινέτου | |
| 5 | τ̣οῦ Νεικαινέτου, μηνὸς τετάρτου, |
| ἀπέδοτο Ἀνασιφόρον Ἡρακλείδα Τιθορὶς | |
| τῷ θεῷ τῷ Σαράπει σώματα γυναικεῖα δύ- | |
| ο, αἷς ὀνόματα Νικάσιν καὶ Στοργήν, τιμᾶς ἀ- | |
| ργυρίου δειναρίων τρισχειλίων τὰν τιμὰ- | |
| 10 | ν ἀπέχει πᾶσαν ἐπὶ τοῖσδε ἐπ’ ἐλευθερίᾳ· |
| μὴ καταδουλιξάσστω δὲ Νικάσιον μηδὲ | |
| Στοργὴν μηδ’ ἀπαγαγέτω μηδὲ ἐνεχυρα- | |
| ξάτω· εἰ δὲ μὴ, ἀποτισάτω τῷ θεῷ τῷ Σαράπει | |
| ἀργυρίου δεινάρια τετρακισχίλια. ἐξουσία δ’ ἔστ- | |
| 15 | ω τῷ θέλοντι Φωκέων προστᾶμεν Νικασίου κ- |
| αὶ Στοργῆς ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσ- | |
| ας δίκας καὶ ζαμίας, καὶ τὸ μὲν ἥμισον ἔσ- | |
| στω {²⁶ἔστω}²⁶ τῶν τετρακισχιλίων διναρίων τ- | |
| οῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προ- | |
| 20 | στάντος. παρμεν<ε>ῖ δὲ Νικάσιν καὶ Στοργὴ πάν- |
| τα τὸν τᾶς ζωᾶς {Ἀ<νασι>φορ<ου>} Ὀνασιφόρου χρόνον {Υ} | |
| δουλεύουσαι, τοῖς δὲ λοιποῖς ἐλεύθεραι ἔ- | |
| σ<των>. βεβαιωτήρ· Καλλικράτης Νεοπτολέμο- | |
| υ. ἔχρησε τὰν χέρα Λούκιος Κορνήλιος Νί- | |
| 25 | γερ, αὐτᾶς παρεούσας Ὀνασιφόρου καὶ κ%⁸¹- |
| ελευούσας χρῆσαι τὰν χέρα ὑπὲρ αὐτάν. | |
| τὰ ὠνὰ παρὰ τὸν θεὸν Σάραπιν καὶ παρὰ τὸ- | |
| ν ἄρχοντα Κᾶφιν. βεβαιωτήρ· Καλλικράτης Νε- | |
| [ο]πτολέμου. μάρτυρες· Πράξων Ζωπύρου, | |
| 30 | [Σ]άμιος Γνωσιφίλου, Σωσίβιος Σωσιβίου. χειρό- |
| γραφον Καλλικράτους τοῦ Νεοπτολέμου· γέγο- | |
| να βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠ- | |
| νᾶς. μάρτυρες οἱ αὐτοί. ἔχρησε τὰν χέρα Λ<ούκι>ος | |
| [Κ]αλοπόρνιος Ἄκρατος. |