[ ] Phokis — Tithora — beg. 2nd c. AD
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος Κάφιδος τοῦ Ἀρι-
στίωνος, ἱερητεύοντος δὲ τῷ θεῷ τῷ Σαράπει
Νεικαινέτ<ου> τοῦ Νεικαινέτου, μηνὸς ἑνδεκάτου, ἀπέ-
δοτο Νεικαίνετος Νεικαινέτου καὶ Διοκρίτα Τείμω-
5 νος Τιθορ<ε>ῖς, συνευαρεστεόντων καὶ τῶν υἱῶν αὐ-
τοῦ Νεικαινέτου καὶ Τείμωνος, τῷ θεῷ τῷ Σα-
ράπιδι κοράσιον δουλικόν, ὄνομα Ὀνασιφόρον,
τειμᾶς ἀργυρίου διναρίων χειλίων τὰν τειμ-
ν ἀπέχομεν πᾶσαν ἐπὶ τοῖσδε ἐπ’ ἐλευθερίᾳ.
10 μὴ καταδουλιξάστω δὲ Ὀνασιφόρον μη-
δεὶς μηδὲ ἀγαγέτω ἐπὶ δουλείᾳ, μηδὲ ἐνε-
χυραξάτω κατὰ μηδένα τρόπον· εἰ δὲ μή, ἀποτει-
σάτω τῷ θεῷ τῷ Σαράπει ἀργυρίου δεινάρια δισχί-
λια· ἐξουσία δὲ ἔστω τῷ θέλοντι προστᾶμεν Ὀν-
15 ασιφόρου ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσας δί-
κας καὶ ζαμίας, καὶ ἄλ<λ>ῳ τῷ θέλοντι ὡς ὁμοίως,
καὶ τὸ μὲν ἥμισον ἔστω τῶν δισχι<λί>ων διναρίων
τοῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προστάντος.
παρμεν<ε>ῖ δὲ Ὀνασιφόρον πάντα τὸν τᾶς ζωᾶς χρό-
20 νον Νεικαινέτῳ Νεικαινέτου καὶ Διοκρίτᾳ Τίμω-
νος, τοῖς δὲ λοιποῖς ἅπασιν ἐλευθέρα ἔστω καὶ ἀνέ-
παφος. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν καὶ τὸν ἄρ-
χοντα Κᾶφιν. βεβαιωτῆρες Νεικαίνετος Νικαινέτου
νεώτερος καὶ Τείμων Νεικαινέτου. μάρτυρες· Ἀγί-
25 ας Σωκλάρου, Ἀριστίων Σωκλάρου, Καλλίδαμος
Καλλιγένους. χ<ε>ιρόγραφον Νικαινέτου τοῦ Νικαι-
νέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμέ-
να<ς> ὠνᾶς μάρτυρες οἱ αὐτοί. χ<ε>ιρόγραφον Τίμωνος
τοῦ Νικαινέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγε-
30 γραμ<μ>ένας ὠνᾶς. μάρτυρες οἱ αὐτοί.
Search Help
Contact Us