[ ]
Phokis — Tithora — beg. 2nd c. AD
| 1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος Κάφιδος τοῦ Ἀρι- |
| στίωνος, ἱερητεύοντος δὲ τῷ θεῷ τῷ Σαράπει | |
| Νεικαινέτ<ου> τοῦ Νεικαινέτου, μηνὸς ἑνδεκάτου, ἀπέ- | |
| δοτο Νεικαίνετος Νεικαινέτου καὶ Διοκρίτα Τείμω- | |
| 5 | νος Τιθορ<ε>ῖς, συνευαρεστεόντων καὶ τῶν υἱῶν αὐ- |
| τοῦ Νεικαινέτου καὶ Τείμωνος, τῷ θεῷ τῷ Σα- | |
| ράπιδι κοράσιον δουλικόν, ὄνομα Ὀνασιφόρον, | |
| τειμᾶς ἀργυρίου διναρίων χειλίων τὰν τειμὰ- | |
| ν ἀπέχομεν πᾶσαν ἐπὶ τοῖσδε ἐπ’ ἐλευθερίᾳ. | |
| 10 | μὴ καταδουλιξάστω δὲ Ὀνασιφόρον μη- |
| δεὶς μηδὲ ἀγαγέτω ἐπὶ δουλείᾳ, μηδὲ ἐνε- | |
| χυραξάτω κατὰ μηδένα τρόπον· εἰ δὲ μή, ἀποτει- | |
| σάτω τῷ θεῷ τῷ Σαράπει ἀργυρίου δεινάρια δισχί- | |
| λια· ἐξουσία δὲ ἔστω τῷ θέλοντι προστᾶμεν Ὀν- | |
| 15 | ασιφόρου ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσας δί- |
| κας καὶ ζαμίας, καὶ ἄλ<λ>ῳ τῷ θέλοντι ὡς ὁμοίως, | |
| καὶ τὸ μὲν ἥμισον ἔστω τῶν δισχι<λί>ων διναρίων | |
| τοῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προστάντος. | |
| παρμεν<ε>ῖ δὲ Ὀνασιφόρον πάντα τὸν τᾶς ζωᾶς χρό- | |
| 20 | νον Νεικαινέτῳ Νεικαινέτου καὶ Διοκρίτᾳ Τίμω- |
| νος, τοῖς δὲ λοιποῖς ἅπασιν ἐλευθέρα ἔστω καὶ ἀνέ- | |
| παφος. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν καὶ τὸν ἄρ- | |
| χοντα Κᾶφιν. βεβαιωτῆρες Νεικαίνετος Νικαινέτου | |
| νεώτερος καὶ Τείμων Νεικαινέτου. μάρτυρες· Ἀγί- | |
| 25 | ας Σωκλάρου, Ἀριστίων Σωκλάρου, Καλλίδαμος |
| Καλλιγένους. χ<ε>ιρόγραφον Νικαινέτου τοῦ Νικαι- | |
| νέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμέ- | |
| να<ς> ὠνᾶς μάρτυρες οἱ αὐτοί. χ<ε>ιρόγραφον Τίμωνος | |
| τοῦ Νικαινέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγε- | |
| 30 | γραμ<μ>ένας ὠνᾶς. μάρτυρες οἱ αὐτοί. |