[ ]
Phokis — Tithora — beg. 2nd c. AD
| 1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Τιθόρραι |
| Ἁρμοξένου τοῦ Θεοξένου, ἱερητεύοντος δὲ τῷ | |
| θεῶι τῶι Σαράπει Νικοδάμου τοῦ Βίωνος, μηνὸς πέμ- | |
| πτου, ἀπέδοντο Νεοπτόλεμος Ξενοφίλου καὶ Με- | |
| 5 | νέμαχος Μενεφίλου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ |
| Νεοπτολέμου Μενεμάχου, τῶι θεῶι τῶι Σαράπει ἐπ’ ἐ- | |
| λευθερίαι τὸν ἴδιον ἐξελεύθερον Νίκωνα τιμᾶς ἀργυρίου | |
| μνᾶν εἴκοσι. τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· Λυσίας Τιμασία̣. | |
| μὴ καταδουλιξάσθω δὲ μηθεὶς Νίκωνα, μήτε αὐτὸν μήτε | |
| 10 | τὰ ὑπάρχοντα, μηδὲ καθ’ ὁποῖον τρόπον· εἰ δέ τις καταδουλίζοι- |
| το, ἀποτεισάτω ἀργυρίου τάλαντον ποθίερον τοῦ Σαράπι- | |
| ος. ἐξέστω δὲ καὶ προστᾶμεν τῶι θέλοντι Φωκέων, καὶ | |
| τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ δὲ ἥμισον τοῦ | |
| θεοῦ τοῦ Σαράπιος. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν | |
| 15 | καὶ τὸ ἀντίγραφον παρὰ τὸν ἄρχοντα Ἁρμόξενον. μάρτυ- |
| ρες· Λάων Λάμπρωνος, Σώκλαρος Ἀγία, Πολύξενος Ξένω- | |
| νος. |