[ ] Att. — stoich. 32 — 446/5 a.
1 ἔδοχσεν τε͂[ι β]ολε͂ι καὶ το͂ι δέμοι, Ἀντιοχὶς ἐ[πρυτ]-
άνευε, Δρακ[ον]τίδες ἐπεστάτε, Διόγνετος εἶπε·
κατὰ τάδε τὸν ℎόρκον ὀμόσαι Ἀθεναίον τ-
ὲν βολὲν καὶ τὸς δικαστάς· οὐκ ἐχσελο͂ Χα-
5 λκιδέας ἐχ Χαλκίδος οὐδὲ τὲν πόλιν ἀνά-
στατον ποέσο οὐδὲ ἰδιότεν οὐδένα ἀτιμ-
όσο οὐδὲ φυγε͂ι ζεμιόσο οὐδὲ χσυλλέφσο-
μαι οὐδὲ ἀποκτενο͂ οὐδὲ χρέματα ἀφαιρέ-
σομαι ἀκρ̣ίτο οὐδενὸς ἄνευ το͂ δέμο το͂ Ἀθ-
10 εναίον, οὐδ ἐπιφσεφιο͂ κατὰ ἀπροσκλέτο
οὔτε κατὰ το͂ κοινο͂ οὔτε κατὰ ἰδιότο οὐδ-
ὲ ἑνός, καὶ πρεσβείαν ἐλθο͂σαν προσάχσο
πρὸς βολὲν καὶ δε͂μον δέκα ἑμερο͂ν ℎόταν
πρυτανεύο κατὰ τὸ δυνατόν. ταῦτα δὲ ἐμπ̣-
15 [ε]δόσο Χαλκιδεῦσιν πειθομένοις το͂ι δέ-
[μ]οι το͂ι Ἀθεναίον. ℎορκο͂σαι δὲ πρεσβεία-
[ν] ἐλθο͂σαν ἐχ Χαλκίδος μετὰ το͂ν ℎορκοτο͂-
ν Ἀθεναίος καὶ ἀπογράφσαι τὸς ὀμόσαντ-
ας. ℎόπος δ ἂν [ὀ]μόσοσιν ℎάπαντες, ἐπιμελ-
20 όσθον ℎοι στ[ρ]ατεγοί     vacat
κατὰ τάδε Χαλκιδέας ὀμόσαι· οὐκ ἀπο[σ]τέ-
σομαι ἀπὸ το͂ [δ]έμο το͂ Ἀθεναίον οὔτε τέ[χ]ν-
ει οὔτε μεχανε͂ι οὐδεμιᾶι οὐδ ἔπει οὐδὲ
ἔργοι οὐδὲ το͂ι ἀφισταμένοι πείσομαι, κ-
25 αὶ ἐὰν ἀφιστε͂ι τις κατερο͂ Ἀθεναίοισι, κ-
αὶ τὸν φόρον ὑποτελο͂ Ἀθεναίοισιν, ℎὸν
ἂν πείθο Ἀθεναίος, καὶ χσύμμαχος ἔσομα-
ι ℎοῖος ἂν δύνομαι ἄριστος καὶ δικαιότ-
ατος καὶ το͂ι δέμοι Ἀθεναίον βοεθέσ-
30 ο καὶ ἀμυνο͂, ἐάν τις ἀδικε͂ι τὸν δε͂μον τὸν
Ἀθεναίον, καὶ πείσομαι το͂ι δέμοι το͂ι Ἀθ-
εναίον. ὀμόσαι δὲ Χαλκιδέον τὸς ℎεβο͂ντ-
ας ℎάπαντας· ℎὸς δ ἂμ μὲ ὀμόσει, ἄτιμον αὐτ-
ὸν ἐ͂ναι καὶ τὰ χρέματα αὐτο͂ δεμόσια καὶ
35 το͂ Διὸς το͂ Ὀλυμπίο τὸ ἐπιδέκατον ℎιερὸ-
ν ἔστο το͂ν χρεμάτον. ℎορκο͂σαι δὲ πρεσβε-
ίαν Ἀθεναίον ἐλθο͂σαν ἐς Χαλκίδα μετὰ τ-
ο͂ν ℎορκοτο͂ν το͂ν ἐν Χαλκίδι καὶ ἀπογράφ-
σαι τὸς ὀμόσαντας Χαλκιδέον.
                    vacat
40 Ἀντικλε͂ς εἶπε· ἀγαθε͂ι τύχει τε͂ι Ἀθεναί-
ον ποε͂σθαι τὸν ℎόρκον Ἀθεναίος καὶ Χαλ-
κιδέας, καθάπερ Ἐρετριεῦσι ἐφσεφίσατ-
ο ℎο δε͂μος ℎο Ἀθεναίον· ℎόπος δ ἂν τάχιστ-
α γίγνεται, ἐπιμελόσθον ℎοι στρατεγοί.
45 ℎοίτινες δὲ ἐχσορκόσοσι ἀφικόμενοι ἐ-
ς Χαλκίδα, ἑλέσθαι τὸν δε͂μον πέντε ἄνδρ-
ας αὐτίκα μάλα. περὶ δὲ το͂ν ℎομέρον ἀποκ-
ρίνασθαι Χαλκιδεῦσιν, ℎότι νῦμ μὲν Ἀθε-
ναίοις δοκεῖ, ἐᾶν κατὰ τὰ ἐφσεφισμένα· ℎ-
50 όταν δὲ δοκε͂ι, βολευσάμενοι ποέσοσι τὲ-
ν διαλλα[γ]έν, καθότι ἂν δοκε͂ι ἐπιτέδ̣ειο-
ν ἐ͂ναι Ἀθεναίοις καὶ Χαλκιδεῦσιν. τὸς δ-
ὲ χσένος τὸς ἐν Χαλκίδι, ℎόσοι οἰκο͂ντες
μὲ τελο͂σιν Ἀθέναζε, καὶ εἴ τοι δέδοται ℎ-
55 υπὸ το͂ δέμο το͂ Ἀθεναίον ἀτέλεια, τὸς δὲ ἄ-
λλος τελε͂ν ἐς Χαλκίδα, καθάπερ ℎοι ἄλλο-
ι Χαλκιδέες. τὸ δὲ φσέφισμα τόδε καὶ τὸν
ℎόρκον ἀναγράφσαι Ἀθένεσι μὲν τὸν γρα-
μμ[α]τέα τε͂ς βολε͂ς ἐστέλει λιθίνει καὶ κ-
60 αταθε͂ναι ἐς πόλιν τέλεσι τοῖς Χαλκιδέ-
ον, ἐν δὲ Χαλκίδι ἐν το͂ι ℎιερο͂ι το͂ Διὸς το͂
Ὀλυμπίο ℎε βολὲ Χαλκιδέον ἀναγράφσασ-
α καταθέτο. ταῦτα μὲν φσεφίσασθαι Χαλκ̣-
ιδεῦσιν. vvvv τὰ δὲ ℎιερὰ τὰ ἐκ το͂ν χρεσμ-
65 ο͂ν ℎυπὲρ Εὐβοίας θῦσαι ὁς τάχιστα μετὰ
ℎιεροκλέος τρε͂ς ἄνδρας, ℎὸς ἂν ἕλεται ℎ̣-
ε βολὲ σφο͂ν αὐτο͂ν· ℎόπος δ ἂν τάχιστα τυθ-
ε͂ι, ℎοι στρατεγοὶ συνεπιμελόσθον καὶ τ-
ὸ ἀργύριον ἐς ταῦτα [π]αρεχόντον vacat
70 Ἀρχέστρατο[ς] εἶπε· τὰ μὲν ἄλλα καθάπερ Ἀ-
ντικλε͂ς· τὰς δὲ εὐθύνας Χαλκιδεῦσι κατ-
ὰ σφο͂ν αὐτο͂ν ἐ͂ναι ἐν Χαλκίδι καθάπερ Ἀθ-
ένεσιν Ἀθεναίοις πλὲν φυγε͂ς καὶ θανάτ-
ο καὶ ἀτιμίας· περὶ δὲ τούτον ἔφεσιν ἐ͂να-
75 ι Ἀθεναζε ἐς τὲν ἑλιαίαν τὲν το͂ν θεσμοθ-
ετο͂ν κατὰ τὸ φσέφισμα το͂ δέμο· περὶ δὲ φυ-
λακε͂ς Εὐβοίας τὸς στρατηγὸς ἐπιμέλεσ-
θαι ℎος ἂν δύνονται ἄριστα, ℎόπος ἂν ἔχε-
ι ℎος βέλτιστα Ἀθεναίοις.
80                ℎόρκος.
Search Help