Decree concerning construction of the temple of Dionysοs and a list of donors. Pedimental stele of bluish marble, in eight joining fragments (two now missing).
[ ]
Scythia Minor — Kallatis (Mangalia) — late 3rd c. BC — RA 21 (1925) 258, 1 — Dacia 1 (1924) 126, 1 — IScM III (1999) 35
See also:
| vacat 0,017 | |
| ἀγαθᾶι τύχαι· ἐπὶ βασιλ[έο]ς Σίμου το[ῦ] | |
| Ἀσκλαπιάδα, μηνὸς Διον[υ]σ̣ίου, πραισιμνῶν- | |
| τος Ἁγήμονος τοῦ Πυθίωνος· ἔδοξε τοῖς θιασί- | |
| ταις· ὅπως κατασκευασθῇ ναὸς τῶι θεῶι τοὺς | |
| 5 | θέλοντας τῶν θιασιτᾶν ἐπαγγέλλεσθαι εἰς τὰγ κα- |
| τασκευάν, ὅ τί κα ἕκαστος προαιρῆται· τοῖς δὲ ἐπαγ- | |
| γειλαμένοις ἕως μὲν χρυσοῦ εἶμεν στέφανον φιλο- | |
| τιμίας διὰ βίου καὶ ἐγγραφὰν εἰς στάλαν, τοῖς δὲ ἔ- | |
| λασσον χρυσοῦ ἐπαγγειλαμένοις ἕως ἀργυρῶν | |
| 10 | [τ]ριάκοντα εἶμεν τάν τε ἐγγ[ρα]φὰν καὶ στέφανον ἀπ[ο]- |
| [δοχᾶ]ς τᾶι τριετηρίδι διὰ βίου, [τ]οῖς δὲ λοιπο[ῖς] τοῖς ἔ̣- | |
| λασσον ἐπαγ[γειλα]μέν̣ο̣ι̣ς ε̣ἶ̣[με]ν ἐγγραφὰν τᾶς ἐπα[γ]- | |
| γελίας εἰς τὰν στάλαν· ὅπως δὲ̣ καὶ κατασκευασθῇ ὁ ν[α]- | |
| ὸς ὡς κάλλιστα κα[ὶ] συντομώ[τ]ατα, ἑλέσθαι ἄνδρας | |
| 15 | τρεῖς ἐκ πάντων τῶ[ν θ]ιασιτᾶ[ν]· οἱ δὲ αἱρεθέντες λαβόντες |
| παρὰ τῶν ἐπαγγειλαμ[έ]νων χ[ει]ριξοῦντι τὰ διάφορα καὶ λό- | |
| γον ἀποδωσοῦντι ἔγγραφον [τ]οῦ χειρισμοῦ· συντελε- | |
| σθέντος δὲ τοῦ ἔργου εἶμεγ κ[αὶ] τοῖς αἱρεθεῖσι ἐπὶ τὰγ κατα- | |
| σκευὰν στέφανον ἐν ταῖς συ[ν]όδοις, ἅς κα συνῶντι οἱ θιασ[ῖ]- | |
| 20 | ται κατὰ τριετηρίδα. vac. ἀγα[θ]ᾶι τύχαι· vacat |
| οἵδε ἐπαγγείλαντο εἰς τ[ὰ]ν οἰκοδομίαν τοῦ ναοῦ· vac. | |
| col. I.22 | [Ἀπ]ολλώνυμος Σατύρου χρ(υσοῦν) |
| Ἀπολλώνιος Ἀπολλωνίου vac. | |
| Φίλιππος Ἀπολλωνίου vac. | |
| 25 | Διονύσιος [Καλ]χαδόνος vac. |
| οἰκοδομήσ[ει]ν [τὰν ἀλ]έ̣αν | |
| Μενίσκος Ἡρακλεί[δε]ω χρ(υσοῦν) | |
| Δαμάτριος Δαματρίου χρ(υσοῦν) | |
| Σῖμ[ο]ς Προμαθίωνος χρ(υσοῦν) | |
| 30 | [Κρ]ατῖνος Μίκου χρ(υσοῦν) |
| Ν]αύ̣τιμος Πασιάδα χρ(υσοῦν) | |
| Ζώπυρος Πρωτοπόλιος χρ(υσοῦν) | |
| Ἁρμαγένης Δαμοφῶντος χρ(υσοῦν) | |
| Κριτόβουλος Πύρσου χρ(υσοῦν) | |
| 35 | Ἀσκλαπιόδωρος Ἀπολλοδότου χρ(υσοῦν) |
| Νοσσίων Ἱεροκλέος χρ(υσοῦν) | |
| Ζώπυρος Ἑστίου χρ(υσοῦν) | |
| Δαμοσθένης Διονυσίου vac. | |
| ἀλέαν εἰς τὸ θύρωμα | |
| 40 | κοίλαν καὶ ψαλίδας. |
| vacat | |
| col. II.41 | Μῆνις Ἱκεσίου ἀρ(γυροῦς) λʹ |
| Σωσίβιος Πρωτομάχου ἀρ(γυροῦς) λʹ | |
| Ἡρέας Δαμ[οφ]ῶντος ἀρ(γυροῦς) λʹ | |
| Εὐφραῖος Σ[ατ]ύρου ἀρ(γυροῦς) λʹ | |
| 45 | Εὐαίων Γ̣[— — — —]ς̣ ἀρ(γυροῦς) λʹ |
| Δ̣[αμα]τρ[— — — — —]ς ἀρ(γυροῦς) λʹ | |
| Ε̣[— — — — — — — —] | |
| Σῖμος Δα̣[— — — — —] | |
| Ἀπολλόδοτος Δ̣[— — —]- | |
| 50 | τος ἐργάτας τριάκο[ντα], |
| Προμαθίων Προμαθίωνος | |
| ἐργάτας δεκαπέντε, | |
| Ἁγήμων Πυθίωνος καβάλ- | |
| λειον καὶ ἐργάτας δεκαπέντε, | |
| 55 | Ὄλυμπος Σωτηρίχου ἐργάτας ιεʹ |
| Δίων Ἀριστοκλέος ἐργάτας ιεʹ | |
| Ἁφαιστίων Σκύθα ἐργάτας ιεʹ | |
| Διονύσιος στεφαναπλόκος | |
| ἐργάτας δέκα, vacat | |
| 60 | Ἀπολλώνιος Σίμου ἐργάτας ιʹ. |
| vacat |