Decree concerning construction of the temple of Dionysοs and a list of donors.  Pedimental stele of bluish marble, in eight joining fragments (two now missing).
[ ] Scythia Minor — Kallatis (Mangalia) — late 3rd c. BC — RA 21 (1925) 258, 1 — Dacia 1 (1924) 126, 1 — IScM III (1999) 35
See also:
             vacat 0,017
ἀγαθᾶι τύχαι· ἐπὶ βασιλ[έο]ς Σίμου το[ῦ]
Ἀσκλαπιάδα, μηνὸς Διον[υ]σ̣ίου, πραισιμνῶν-
τος Ἁγήμονος τοῦ Πυθίωνος· ἔδοξε τοῖς θιασί-
ταις· ὅπως κατασκευασθῇ ναὸς τῶι θεῶι τοὺς
5 θέλοντας τῶν θιασιτᾶν ἐπαγγέλλεσθαι εἰς τὰγ κα-
τασκευάν, ὅ τί κα ἕκαστος προαιρῆται· τοῖς δὲ ἐπαγ-
γειλαμένοις ἕως μὲν χρυσοῦ εἶμεν στέφανον φιλο-
τιμίας διὰ βίου καὶ ἐγγραφὰν εἰς στάλαν, τοῖς δὲ ἔ-
λασσον χρυσοῦ ἐπαγγειλαμένοις ἕως ἀργυρῶν
10 [τ]ριάκοντα εἶμεν τάν τε ἐγγ[ρα]φὰν καὶ στέφανον ἀπ[ο]-
[δοχᾶ]ς τᾶι τριετηρίδι διὰ βίου, [τ]οῖς δὲ λοιπο[ῖς] τοῖς ἔ̣-
λασσον ἐπαγ[γειλα]μέν̣ο̣ι̣ς ε̣ἶ̣[με]ν ἐγγραφὰν τᾶς ἐπα[γ]-
γελίας εἰς τὰν στάλαν· ὅπως δὲ̣ καὶ κατασκευασθῇ ὁ ν[α]-
ὸς ὡς κάλλιστα κα[ὶ] συντομώ[τ]ατα, ἑλέσθαι ἄνδρας
15 τρεῖς ἐκ πάντων τῶ[ν θ]ιασιτᾶ[ν]· οἱ δὲ αἱρεθέντες λαβόντες
παρὰ τῶν ἐπαγγειλαμ[έ]νων χ[ει]ριξοῦντι τὰ διάφορα καὶ λό-
γον ἀποδωσοῦντι ἔγγραφον [τ]οῦ χειρισμοῦ· συντελε-
σθέντος δὲ τοῦ ἔργου εἶμεγ κ[αὶ] τοῖς αἱρεθεῖσι ἐπὶ τὰγ κατα-
σκευὰν στέφανον ἐν ταῖς συ[ν]όδοις, ἅς κα συνῶντι οἱ θιασ[ῖ]-
20 ται κατὰ τριετηρίδα. vac. ἀγα[θ]ᾶι τύχαι·   vacat
οἵδε ἐπαγγείλαντο εἰς τ[ὰ]ν οἰκοδομίαν τοῦ ναοῦ·  vac.
col. I.22 [Ἀπ]ολλώνυμος Σατύρου χρ(υσοῦν)
Ἀπολλώνιος Ἀπολλωνίου vac.
Φίλιππος Ἀπολλωνίου vac.
25 Διονύσιος [Καλ]χαδόνος vac.
οἰκοδομήσ[ει]ν [τὰν ἀλ]έ̣αν
Μενίσκος Ἡρακλεί[δε]ω χρ(υσοῦν)
Δαμάτριος Δαματρίου χρ(υσοῦν)
Σῖμ[ο]ς Προμαθίωνος χρ(υσοῦν)
30 [Κρ]ατῖνος Μίκου χρ(υσοῦν)
Ν]αύ̣τιμος Πασιάδα χρ(υσοῦν)
Ζώπυρος Πρωτοπόλιος χρ(υσοῦν)
Ἁρμαγένης Δαμοφῶντος χρ(υσοῦν)
Κριτόβουλος Πύρσου χρ(υσοῦν)
35 Ἀσκλαπιόδωρος Ἀπολλοδότου χρ(υσοῦν)
Νοσσίων Ἱεροκλέος χρ(υσοῦν)
Ζώπυρος Ἑστίου χρ(υσοῦν)
Δαμοσθένης Διονυσίου vac.
ἀλέαν εἰς τὸ θύρωμα
40 κοίλαν καὶ ψαλίδας.
      vacat
col. II.41 Μῆνις Ἱκεσίου ἀρ(γυροῦς) λʹ
Σωσίβιος Πρωτομάχου ἀρ(γυροῦς) λʹ
Ἡρέας Δαμ[οφ]ῶντος ἀρ(γυροῦς) λʹ
Εὐφραῖος Σ[ατ]ύρου ἀρ(γυροῦς) λʹ
45 Εὐαίων Γ̣[— — — —]ς̣ ἀρ(γυροῦς) λʹ
Δ̣[αμα]τρ[— — — — —]ς ἀρ(γυροῦς) λʹ
Ε̣[— — — — — — — —]
Σῖμος Δα̣[— — — — —]
Ἀπολλόδοτος Δ̣[— — —]-
50 τος ἐργάτας τριάκο[ντα],
Προμαθίων Προμαθίωνος
ἐργάτας δεκαπέντε,
Ἁγήμων Πυθίωνος καβάλ-
λειον καὶ ἐργάτας δεκαπέντε,
55 Ὄλυμπος Σωτηρίχου ἐργάτας ιεʹ
Δίων Ἀριστοκλέος ἐργάτας ιεʹ
Ἁφαιστίων Σκύθα ἐργάτας ιεʹ
Διονύσιος στεφαναπλόκος
ἐργάτας δέκα,  vacat
60 Ἀπολλώνιος Σίμου ἐργάτας ιʹ.
     vacat
Search Help
Contact Us