Posthumous honorific epigram for Eugnotos. Limestone orthostate with upper molding belonging to the face of an equestrian statue base.
[ ]
Boiotia — Akraiphia — aft. 291 BC — BCH 24 (1900) 70-74 — GVI I (1955) 1603 — Studi Ellenistici XVI (2005) 141-191 (J. Ma)
See also:
| 1 | τοῖος ἐὼν Εὔγνωτος ἐναντίος εἰς βασιλῆος |
| χεῖρας ἀνηρίθμους ἦλθε βοαδρομέων, | |
| θηξάμενος Βοιωτὸν ἐπὶ πλεόνεσσιν Ἄρηα. | |
| οὐ δ’ ὑπὲρ Ὀγχηστοῦ χάλκεον ὦσε νέφος· | |
| 5 | ἦ δὴ γὰρ δοράτεσσιν ἐλείπετο θραυομένοισιν, |
| Ζεῦ πάτερ, ἄρ<ρ>ηκτον λῆμα παρασχόμενος· | |
| ὀκτάκι γὰρ δεκάκις τε συνήλασεν ἰλαδὸν ἵππω[ι] | |
| ἥσσονι δὲ ζώειν οὐ καλὸν ὡρίσατο, | |
| ἀλλ’ ὅγ’ ἀνεὶς θώρακα παρὰ ξίφος ἄρσενι θυμῶι | |
| 10 | π̣[λή]ξ̣ατο, γενναίων ὡς ἔθος ἁγεμόνων. |
| τὸμ μὲν ἄρ’ ἀσκύλευτον ἐλεύθερον αἷμα χέοντα | |
| δῶκαν ἐπὶ προγόνων ἤρια δυσμενεές· | |
| νῦν δέ νιν ἔκ τε θυγατρὸς ἐοικότα κἀπὸ συνεύνου | |
| χαλκεον̣[․3-4․]ΟΝ ἔχει π[έ]τρος Ἀκραιφιέων | |
| 15 | ἀλλά, νέοι, γί[ν]εσθε κατὰ κλέος ὧδε μαχηταί, |
| ὧδ’ ἀγαθοί, πατέρων ἄιστεα [ῥ]υόμενοι. |