Funerary epigram for Eugnotos. Large slab of limestone with upper molding, broken at the bottom.
[ ]
Boiotia — Akraiphia — ca. 300-250 BC
| 1 | τοῖος ἐὼν Εὔγνωτος ἐναντίος εἰς βασιλῆος |
| χεῖρας ἀνηρίθμους ἦλθε βοαδρομέων, | |
| θηξάμενος βοιωτὸν ἐπὶ πλεόνεσσιν Ἄρηα, | |
| οὐ δ’ ὑπὲρ Ὀγχηστοῦ χάλκεον ὦσε νέφος· | |
| 5 | ἤδη γὰρ δοράτεσσιν ἐλ̣είπετο θραυομένοισιν —— |
| Ζεῦ πάτερ —— ἄρηκτον {²⁶ἄρρηκτον}²⁶ λῆμα παρασχόμενος, | |
| ὀκτάκι γὰρ δεκάκις τε συνήλασεν ἰλαδὸν ἵππω[ι]· | |
| ἥσσονι δὲ ζώειν οὐ καλὸν ὡρίσατο, | |
| ἀλλ’ ὅγ’ ἀνεὶς θώρακα παρὰ ξίφος ἄρσενι θυμῶι | |
| 10 | κ̣[․․․]ατο, γενναίων ὡς ἔθος ἁγεμόνων. |
| τὸ[μ μ]ὲν ἄρ’ ἀσκύλευτον ἐλεύθερον αἷμα χέοντα | |
| δῶκαν ἐπὶ προγόνων ἠρία δυσμενέες· | |
| νῦν δέ νιν ἔκ τε θυγατρὸς ἐοικότα κἀπὸ συνεύνου | |
| χάλκεον [εἰκό]ν’ ἔχει π[έτ]ρος Ἀκραιφιέων. | |
| 15 | ἀλλά, νέοι, γ[ίν]εσθε κατὰ κλέος ὧδε μαχηταί, |
| ὧδ’ ἀγ[αθ]οὶ πατέρων ἀιστέα [ῥ]υ[ό]μενοι. |