Dedicatory epigram for Pan. Statue base of white marble; inscription on a narrow face.
[ ]
Mak. (Bottiaia) — Beroia — late 3rd c. BC — EKM 1. Beroia 37 — Kermatia Philias 2 (2009) 33-43 (E. Voutiras)
See also:
| 1 | Πὰν καὶ ἐν Ἀρκαδίαι μέγα τίμιος, ἀλλὰ |
| πόθος ‵με′ πνεῦμα Μακηδονίαι σύμμαχον ἠγάγετο· | |
| Ἱπποκλέους δὲ ἀρετά με τεθαλότα καὶ νέον ὧδε | |
| θῆκέ γέ τε ἐκ προγόνων κισσὸν ἀναψάμενος· | |
| 5 | ἀθάνατος βασίλει<ο>ς ἐπεὶ χάρις ἅδε Φιλίππου |
| καὶ τέκνων τέκνοις ἀϊδίως ἐδόθη | |
| καὶ κτεάνων <πάντων> ἀτελὴς δόμος, ἅ τε ἐπίσημος | |
| Ἀντιγόνου φάμα τόνδε ἐφύλαξε νομόν. |