Honorific decrees for the orator Bombos and for Leukios of Alexandreia Troas.  Stele of white-gray limestone with upper molding, broken at the bottom, now in two joining pieces.
[ ] Thess. (Pelasgiotis) — Larisa — ca. 160-150 BC — BCH 59 (1935) 55, 2 — Chiron 36 (2006) 171-203
1 ταγευόντουν Κρίτουνος Παυσανιαίοι, Κρατει-
σίπποι Θερσανδρείοι, Θρασυμάχοι Ἀριστιουνεί-
οι, Φιλοφείροι Ἀσανδρείοι, Θερσάνδροι Πολυξενε[ί]-
οι, ταμιευόντουν Λυκίνοι Ἀλ[ε]ξανδρείοι καὶ Μενε-
5 κράτεος Εὐστρατ[ι]δαίοι, γυμνασιαρχέντουν
μες τᾶς πετρά̣δος τοῖ Ὁμολουίοι Πλειστία Ἀσκα̣-
λαπιαδαίοι καὶ Λ[υκ]όρμα Χ̣α̣ρ̣ιδαμείοι, v ἀτ τᾶ[ς]
μὰ πέμπτας Ἱπποδρόμ[οι] Αἰσχιναίοι καὶ Φερεκρ[ά]-
τεος Μενεκρατείοι             vacat
10                     vacat                       Ἀπλουνίοι
[ὑ]στέρα, ἀγορᾶς [ἔονσας, ἀ]γορανομέντος Κρίτουνος Πα[υ]-
σανιαίοι, Κρίτουν[ος Παυσα]νιαίοι λέξαντος· ὀπειδεὶ
[Β]όμβος Ἀλκαίοι Αἰολεὺς [ἀπ’ Ἀλεξαν]δρείας παρεπιδαμεί-
σ̣ας ἐν τᾶ πόλε̣[ι καὶ ποιεισάμε]νος ἐπιδείξις ἐν τοῦ γ[υ]-
15 [μ]νασίο[υ συνεμναμονεύσατο ἔ]ν τε τοῖς πεπραγματευμένοις
αὐτοῦ καὶ ἀκροάσεσσιν τοῦν γεγενειμένουν ἐνδόξουν Λα-
ρισαίοις, καὶ τάν τε συγγένειαν καὶ φιλίαν ταῖς πολίεσσι π[ὸ]-
θ’ εὑτὰς ὀνενε[ούσατο] καὶ τὰ φιλάνθρουπα τὰ ὑπάρχοντα
Αἰολείεσσι πὸτ τὰν πόλιν τὰν Λαρισαίουν, ἐποείσατο μὰ
20 καὶ τὰν ὀστροφὰν εὐσ[χει]μόνους καὶ ὅν τρόπον ἐπέβαλλε ἀν-
δρὶ καλοῦ καὶ ἀγαθοῦ, ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν ἐπα[ι]-
νείσειν τε Βόμβον Ἀλκαίοι Αἰολέα ἀπ’ Ἀλεξανδρείας ἔτ τε
τᾶ ὀστροφᾶ καὶ φιλοπο[νία] περ τὰν παιδείαν καὶ ἐτ τοῦ τὰ
κάλλιστα τοῦν ἐπιτα[δευ]μάτουν ἐξ̣αλουκέμεν, καὶ δοθέ-
25 μεν αὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοι-
πὰ τίμια ὑπαρχέμεν αὐτ[ο]ῦ ὅσσα καὶ Λαρισαίοις, καὶ ὁπεί κε ὁ
κ̣αιρὸς κατενέκει ἐν τοῦ δεύει ἐς τοῦν νόμουν τὰ κατ τὰς πολ[ι]-
τείας οἰκονομείσθειν, φροντίξειν τὸς τάγος οὕστε δοθεῖ αὐτοῦ
ἁ πολιτεία· τὸ μὰ ψάφισμα τόνε κύριον ἔμμεν καπαντὸς χρόνοι
30 καὶ τὸς ταμίας ἐσδόμεν ὀνγράψει αὐτὸ ἐν κίονα λιθίαν καὶ κατθ[έ]-
μεν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι καὶ τὰν ὀνάλαν κίς κ[ε]
[γί]νειτει δόμεν·        vacat 16,5 cm      Ἄφροι ὑστέρα, ἀγορᾶς ἔν-
[σας], ἀγορανομέντος Κρατεισίπποι Θερσανδρείοι, Κρατεισίπποι
[Θε]ρσανδρείοι λέξαντος· ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν· ὀπειδεὶ
35 [Λ]ε̣ύκιος Νικασίαιος Αἰολεὺς ἀπ’ Ἀλεξανδρείας τοῖς παργινομέ-
νοις τοῦν πολιτᾶν ἐν Ἀλεξανδρείαν συμποκγίνειτει καὶ κοινᾶ καὶ κατ’ [ἰ]-
[δ]ίαν ἑκάστου μετὰ πάνσας σπουδᾶς καὶ φιλοτιμίας φανερὰν ποέσσ[ας]
τ̣ὰν ἔχουν εὐνοίαν διετέλει πὸτ τὰν πόλιν τᾶν Λαρισαίουν, Κρατεισίπποι Θε-
[ρ]σανδρείοι λέξαντος, ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν ἐπαινείσειν τε
40 Λεύκιον Νικασίαιον ἐτ τᾶ ἀγγρέσι τᾶ εἶχε πόταν πόλιν καὶ δοθεῖμεν
α̣ὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοιπὰ τίμια ὑπα[ρ]-
χέμεν αὐτοῦ πάντα ὅσσα καὶ Λαρισαίοις ὑπάρχονθι· τὸς μὰ ταγὸς φρο̣ν̣-
τίξειν οὕστε ὁπεί κε κατενέκει ὁ καιρὸς ἐν τοῦ δεύει οἰκονομεί-
σθειν τὰ κατὰς πολιτείας, δοθεῖ αὐτοῦ πολιτεία· τὸ μ[ὰ] ψά̣[φισμα]
45 [τόνε] κύρ[ι]ο̣ν̣ [ἔμμεν καπαντὸς χρόνοι — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us