Honorific decree of an Aeolian city for the citizens of Atrax. Block of white marble, broken at the top and bottom.
[ ]
Thess. (Pelasgiotis) — Atrax — ca. 150-100 BC? — SEG 66.369
| [— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| Ἀτρ[ά]γιοι περὶ τῶν πρεσβειομένων [κ]αὶ ἔδωκ[αν, ἄ]ξι̣α̣ [πρ]άσσ̣οντ̣ε̣ς̣ | |
| τᾶς αὐτῶν ἀρετᾶς καὶ καλοκαγαθίας καὶ τ[ᾶς] π̣ρὸς τὰν πόλι̣ν ἀμ- | |
| μέων συγγενείας τε καὶ φιλίας καὶ εὐνοίας, πυρῶγ κοφίνους ἀν- | |
| αποδότοις χιλίοις κατὰ πόλιν καίπερ θλιβόμενοι διὰ τοὶς̣ καιροίς, | |
| 5 | συμβέβακέν τε διὰ τὰγ γενομέναν σπουδάν τε καὶ φ̣ι̣λοτιμίαν |
| τετεύχην τὸν δᾶμον τᾶς μεγίστας ἀντιλάνψιος, ὁ δ̣ὲ δᾶμος, | |
| πρὸς πάντας μὲν τοὶς εὐεργέταις εὐχάριστος ἔων κα̣ὶ ἀποδίδοις | |
| ἀξίαις ἀμοιβαίς, πρὸς δὲ τοὶς ἀρχαγοὶς τῶι γένεος δ̣ιαφέροισαν εὔ- | |
| νοιαμ προφερόμενος, πρὸς ταῖς προε<ψ>αφι<σ>μέναισι τιμα̣ῖσι κρίνει καὶ κὰτ | |
| 10 | τὸ παρεὸν ἄλλαις ψαφίσσασθαι τιμαίς· διὸ καὶ δέδ[ο]χ̣θαι τῶι δάμωι |
| ἐπαίνεισθαι μὲν τὸν δᾶμον τὸν Ἀτραγίων ἐπὶ̣ [τ]ᾶ αἰρέσει καὶ εὐνοία | |
| τᾶ πρὸς τὰν πόλιν ἀμμέων καὶ στεφάνωσθαι αὐτ̣ὸν χρυσῶ στεφάνωι | |
| διὰ πάντος ἐν τῶι θεάτρωι αὐλητὰν τῶι ἀγῶνι τᾶ πρώτα ἀμέρα, ἔπει | |
| κε ταὶς θέαις ἄγωμεν, ἀρετᾶς ἔνεκεν καὶ εὐνοίας ἇς ἔχων διατέλει· vacat | |
| 15 | κάλεισθαι δὲ αὐτὸν καὶ εἰς τὰν προεδρίαν, ὄπποτά κε καὶ τοὶς ἄλλοις |
| εὐεργέταις, τᾶς δὲ ἀνανγελίας τούτων πρόν<ο>ιαν ποήσασθαι τὸν ἀγων[ο]- | |
| θέταν· ἴνα δὲ καὶ Ἀτράγιοι ἐπίγνοισι τὰν τῶι δάμωι αἴρεσιν, χειροτόνησα[ι] | |
| πρεσβευταίς, τοὶς δὲ αἰρέθεντας, ἀποδαμήσαντας εἰς Θεσσαλίαν, τό τε | |
| ψάφισμα ἀπόδομεν Ἀτραγίοισι καὶ, ἐπέλθοντας ἐπὶ τὰν ἐκλησίαν, ἀποδό- | |
| 20 | σασθαί τε περὶ τῶν προγεγραμμένων ταὶς ἀνὰ μέρος καὶ παρκάλην αὔ- |
| τοις συνγέ%⁸¹νεας ἐόντας καὶ εὐνόοις ἀπ’ ἀρχᾶς τᾶς πόλιος ἀμμέων | |
| [— — — — — — — — — — — — — — — — — — — — — — —] |