Three letters of the emperor Hadrian to the international association of Dionysiac artists. Large marble plaque with relief pediment.
[ ]
Troas — Alexandreia Troas (Daylan, nr.) — 134 AD — G. Petzl, E. Schwertheim, Hadrian und die dionysischen Künstler (2006) — ZPE 161 (2007) 145-156 (cf.) — SEG 59.1410; 60.1308; 62.929 (cf.)
See also:
| 1 | ἀγαθῇ τύχῃ· |
| Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός, | |
| θεοῦ Νέρβα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστός, | |
| ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ιη, ὕπα- | |
| 5 | τος ∙ τὸ ∙ γ, ∙ πατὴρ πατρίδος, συνόδῳ θυμελικῇ περιπο- |
| λιστικῇ τῶν περὶ τὸν Διόνυσον τεχνειτῶν ἱερονεικῶν στεφα- | |
| νειτῶν vacat χαίρειν· | |
| τοὺς ἀγῶνας πάντας ἄγεσθαι κελεύω καὶ μὴ ἐξεῖναι πόλει πόρους ἀγῶνος κατὰ νόμον ἢ ψήφισ- | |
| μα ἢ διαθήκ̣ας ἀγομένου {ς} μετενενκεῖν εἰς ἄλλα δαπανήματα οὐδὲ εἰς ἔργου κατασκευὴν ἐφίημι | |
| 10 | χρήσασθαι ἀ̣ργυρίῳ, ἐξ οὗ ἆθλα τίθεται ἀγωνισταῖς ἢ συντάξεις δίδονται τοῖς νε[ι]κήσασιν· εἰ δέ ποτε ἐπείξαι |
| πόλιν, οὐκ εἰς τρυφὴν καὶ πολυτέλειαν, ἀλλ’ ὡς πυ̣ρὸν ἐν σειτοδείᾳ παρεσκεύασα, πόρον τινὰ ἐξευρεῖν, | |
| τότε μοι γραφέσθω, ἄνευ δὲ ἐμῆς συνχωρήσεως μηδὲν πρὸς τὸ τοιοῦτό τι ἐξέστω λαμβάνειν τάδε | |
| εἰς τοὺς ἀγῶνας ἀποτεταγμένα χρήματα· ἐκεῖνο μὲν γὰρ οὐκ ἀδικίαν μόνον, ἀλλὰ τρόπον τι- | |
| νὰ καὶ ἐνέδραν ἔχει τὸ κατανγείλαντας ἀγῶνα καὶ καλέσαντας τοὺς ἀγωνιστάς, ἔπειτα ἡκόντων | |
| 15 | ἢ εὐθὺς ἢ ἐξ ἀρχῆς ἢ μέρη τινὰ ἀγ̣αγόντας μεταξὺ διαλῦσαι τὴν πανήγυριν· καὶ ἔνθα ἂν γένηται τοῦτο, τὰ μὲν ἆθλα |
| οἱ ἀγωνισταὶ καὶ ἄνευ τοῦ ἀγωνίσασθαι διανεμέσθωσαν —— καὶ οὐχ <μόνον> ὡς δίκαιον κελεύω τοῦτο, ἀλλ’ ὡς τὸ ἄγειν τοὺς ἀγῶνας | |
| καὶ ταύτην ἀνανκαῖον γείνεσθαι· τὸν δὲ εἰσηγησάμενόν τι τοιοῦτο ἢ̣ ἐπιψηφίσαντα ἢ τὸ ἔργον πράξαντα ἐγὼ | |
| καλέσω δώσοντα εὐθύνας τοῦ παρακοῦσαι τῶν διατεταγμένων καὶ ὑφέξοντα τὴν δικαίαν τειμωρίαν· Μειλησίοις | |
| καὶ Χείοις ἐπέστειλα ἀποδοῦναι ὑμεῖν τοὺς ἀγῶνας, οὓς ἐξέλιπον· τὰ περὶ τὰ ἆθλα καὶ τὰς συντάξεις δικαίως αἰτιᾶσθαι· | |
| 20 | καὶ γὰρ αὐτὸς οἶδα τοὺς ἐν ταῖς πόλεσι διοικουμένους τὰ τοιαῦτα, εἰ μή τι καὶ αὐτοὶ λάβοιεν, ἀποστεροῦντας τὰ |
| ὀφειλόμενα τοῖς ἀθληταῖς· τὰ μὲν δὴ τῶν ἄθλων οὕτω γεινέσθω· τοῖς ἀγῶσι ὡς ἐπὶ πᾶν ἀρχή τις ἡμετέρα παρατυγ- | |
| χάνει· ὁ δ’ ἀγωνοθέτης ἑκάστου ἀγῶνος τῷ ἡγεμόνι τοῦ ἔθνους ἢ ἀνθυπάτῳ ἢ ταμίᾳ ἢ πρεσβευτῇ ἢ ὅστις ἂν | |
| ὁ παρὼν ᾖ, πρὸ μιᾶς ἡμέ̣[ρας] ἑκάστου ἀγωνίσματος παραρι̣θμείτω τοῦ θέματος τὸ ἀργύριον· ὁ δὲ ἐνβαλὼν εἰς | |
| φασκώλιον καὶ κατ̣[αση]μηνάμενος τιθέτω παρὰ τὸν σ̣τέφανον, ἐάν τε μουσικὸν τὸ ἀγώνισμα ᾖ <ἢ> γυμνικόν, | |
| 25 | καὶ ὁ νεικήσας εὐθὺς ἐπὶ τῇ νείκῃ σὺν καὶ τῷ στεφάνῳ πάντων ὁρώντων λαμβανέτω· αἱ δὲ συντάξεις διδόσθ̣ωσαν τοῖς |
| ἱερονείκα̣ις κατὰ τὰς ὡρισμένας προθεσμίας· ὁ δὲ οὐ δοὺς ἄρχ̣ων ἢ ταμίας καὶ ἡμιόλιον τῷ ἱερονείκῃ προσφε- | |
| ρέτω· ἔστω δὲ ἡ σύνταξις ἀργύριον αὐτό· αἵ τε γὰρ πόλεις οὐ πυρὸν οὐδὲ οἶνον ὑπέσχοντο τοῖς ἀγωνισταῖς | |
| καὶ οὐδ’ ἐκείνους πρὸς τῷ ζημιοῦσθαι καπηλεύειν δίκαιον ∙ μαστειγοῦν ἀγωνιστὴν εἰ δεήσαι, κεκληρωμένοι μὲν πρὸς τούτῳ | |
| ἔστωσαν μαστειγοφόροι, προσίτωσαν δὲ κατὰ δύο, ᾗ ἂν τάξει τύχωσιν λαχόντες πρῶτοί τινες καὶ δεύτεροι, κἂν δεήσει, τρίτοι· δεῖ μὲν γὰρ | |
| 30 | εἶναί τι ἐπηρτημένον δέος τοῖς ἀγωνισταῖς καὶ σωφρονίζεσθ̣αι τοὺς πλημελοῦντας, ἀλλ’ ὡς μὴ ὑπὸ πολλῶν ὁμοῦ παί- |
| εσθαι καὶ εἰς μόνα τὰ σκέλη καὶ μήτε ἀκρωτηριασθῆναί τινα μήτε ἄλλῃ λύπῃ περιπεσεῖν, ἐξ ἧς καὶ πρὸς τὴν ἄσκησιν αὐ- | |
| τὴν χείρων ἔσται ∙ τοὺς Κορινθίων λογισμοὺς τῷ ἀνθυπάτῳ ἔπεμψα γράψας ὡ̣ς τάχιστα ἐξ̣ετάσαι τὰ ἐν αὐτοῖς καὶ πρὸς δύνα- | |
| μιν τῶν δημοσίων πόρων ἀποφήνασθαι, πότερον δύο μέρη προσήκει λαμβάνειν τοὺς ἱερονείκας ἢ τὸ ἥμισυ· μέχρι δὲ οἱ Κο- | |
| ρίνθιοι διδάσκουσιν περὶ τῶν λόγων, τὰ δύο μέρη διδότωσαν ∙ τοὺς μουσικοὺς ἑκατοστὰς συντελεῖν εἰ<ς> τὰ τοῖς ξυστάρχαις διδόμενά | |
| 35 | τίνα ἔχει πιθανὸν λόγον ἤ τί κοινὸν τοῖς μουσικοῖς πρὸς τοὺς ξυστάρχας ἐστίν; πῶς δὲ οὐχὶ τὴν αὐτὴν ἀλογίαν ἔσχεν ἄν, εἰ καὶ οἱ τῶν |
| μουσικῶν ἄρχοντες παρὰ τῶν ἀθλητῶν ἑκατοστὰς λαμβάνειν ἠξίουν; v ἀλλ’ οἱ μὲν ἀθληταὶ διδότωσαν τὰς τεταγμένας ἑκατοστάς· | |
| ἔχουσι γάρ τι οἰκεῖον πρὸς τοὺς ξυστάρχας ∙ καὶ τοῦ ἐπιτηδεύματος κοινωνοῦντε̣ς καὶ ὑπ’ αὐτοῖς ἀγωνιζόμενοι· τὸ δὲ ἐνδέον εἰς τὸ | |
| τοῖς ξυστάρχαις τεινόμενον ἢ τὰς πόλεις, αἳ διατιθέασιν τοὺς ἀγῶνας, προσαναπλ̣<η>ροῦν ἄξιον (καὶ οὐ βαρὺ τὸ ἀνάλωμά ἐστιν διὰ πενταετίας | |
| γεινόμενον) ἢ τοὺς ἀγωνοθέτας τούς τε στεφάνους καὶ τὴν πορφύραν ἔχοντας ∙ ἐπέστειλα δὲ τῷ κοινῷ τῆς Ἀσίας συνεδρίῳ καὶ βουλεύσασθαι | |
| 40 | περὶ τούτου καὶ τάξαι πόρους, ἀφ’ ὧν τὸ ἐνδεῆσον ἐκ τοῦ τὰς τῶν μουσικῶν ἑκατοστὰς̣ ὑφειρῆσθαι ∙ δοθήσεται τοῖς ξυστάρχαις· περὶ τῶν σαλ- |
| πικτῶν καὶ τῶν κηρύκων vvv ἔγραψα Ἐφεσίοις, ὡς μὴ ἀνανκάζεσθαι αὐτοὺς ἐκ τῶν ἰδίων ἐγείρειν ἀνδριάντας, εἰ καὶ τούτοις ἐξ ὧν Νύσιος ἀπέλι- | |
| πεν χωρίων ἀνίστασθαι· ἦσαν δέ τινες ἔμπειροι τῶν ἐπιχωρίων, οἱ λέγοντες, ὅτι, ἐὰν ἐπιμέλεια γένηται τῶν κτημάτων ἡ δέουσα καὶ τῶν | |
| λογισμῶν ἀκρε<ι>βὴς ἐξέτασις, περίεστ<ί> τι τῶν χρη<μ>άτων ∙ ἔγραψα καὶ Ποπλίῳ Μαρκέλλῳ, τῷ κρατίστῳ φίλῳ μου καὶ τῆς Συρίας ἡγε- | |
| μόνι, προνοῆσαι τοῦ ἐν Ἀπαμείᾳ ἀχθέντος ἀγῶνος τὰ θέματα ἀποδοθῆναι τοῖς νενεικηκόσιν ∙ Ἀλεξιανὸν ἀγωνοθετοῦντα ἃ κατα- | |
| 45 | σχεῖν φατε· ἐπέστειλα καὶ τοῖς τῶν ἐθνῶν συνεδρίοις δηλῶν, ὅτι Ἐφέσιοι τὰ ἐν Βαλβιλλείοις ἀγωνίσματα εἰς δύο ἀγῶνας καταδιένειμαν |
| καὶ δεῖ τοὺς τὰ Ἁδριάνεια ἐκεῖ νεικῶντας οὕ̣τ̣ως λαμβάνειν τὰς συντάξεις ὡς ἐλάμβανον, ἡνίκα τὰ Βαλβίλλεια ἐνείκων· γέγραπται | |
| <τ>οῦτο καὶ Πετρωνίῳ Μαμερτείνῳ, τῷ φίλῳ μου καὶ ἐπάρχῳ τῆς Αἰγύπτου, ὡς κἀκεῖ τελοῖ<ν>το τοῖς νεικῶσι τὰ Ἐφεσίων Ἁδριάνεια· ἡ οὖσα | |
| ὑμεῖν ἀλειτουργησία καὶ ἀτέλεια βεβαία ἔστω· τοῖς δὲ ἀποθνῄσκουσιν ἀθληταῖς καὶ μουσικοῖς, οἳ τὸν ὅλον βίον διατελοῦσιν ἀποδη- | |
| μοῦντες, φιλάνθρωπόν ἐστιν ἀνεῖσθαι τὰ τέλη τὰ ἐπὶ ταῖς ταφαῖς· αἱ συντάξεις ἐπὶ ταῖς νείκαις οὐκ ἀφ’ ἧς ἂν εἰσελάσῃ τις ἡμέρας ὀφεί- | |
| 50 | λονται, ἀλλὰ ἀφ’ ἧς ἂν τὰ περὶ τῆς νείκης γράμματα ἀποδοθῇ ταῖς πατρίσιν αὐτῶν· τοῖς δὲ ἐπὶ ἀγῶνας ἄλλους ἐπειγομένοις ἐξέστω |
| καὶ πέμπειν τὰ γράμματα· οἱ κατὰ τοὺς τῆς συνόδου νόμους συνβάλλοντες, κα[ὶ] ἂν παύσωνται ἀσκοῦντες κἂν Ῥωμαῖοι γένωνται, | |
| ἐκείνοις τοῖς νόμοις ἐνεχέσθωσαν, καθ’ οὓς συμβεβλήκασιν· τοὺς νόμους τοὺς τῶν ἀγώνων καθ’ ἑκάστην πανήγυριν προγεγράφθαι | |
| κελεύω, ὡς μὴ ὑπὸ ἀγνοίας πράττοιτό τι τῶν ἀπειρημένων· ἐν ταῖς ἐνκρίσεσιν ∙ πολείτῃ συνηγορεῖν μὴ ἐξέστω, ἐπειδὴ νομίζεται | |
| διὰ τὰς ἐπιχωρίων δυνάμεις ἀδίκους γείνεσθαι τὰς ἐνκρίσεις· τὰ νενομισμένα δικαστήρια περὶ τῶν ζημιῶν ἀποδιδόσθω κατὰ | |
| 55 | τοὺς παρ’ ἑκάστοις νόμους· τοῦ δὲ γείνεσθαι ταῦτα πάντα, ὡς ἐγὼ διέταξα, ἐπιμελήσονται παρ’ ἑκάστοις οὗτοι ἔθνους ἡγού<με>νοι ∙ συνχωρῶ |
| δὲ ὑμεῖν, ἔνθα ἂν βούλησθε, καὶ στήλλαις ἐνγράψαι αὐτά, ὡς πᾶσιν εἴη γνώριμα. vacat εὐτυχεῖτε. vacat | |
| vacat | |
| II.57 | Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ ὑός, θεοῦ Νέρβα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας |
| τὸ ∙ ιη ∙, ὕπατος τὸ ∙ γ ∙, πατὴρ πατρίδος, συνόδῳ θυμελικῇ περιπολιστικῇ τῶν περὶ τὸν Διόνυσον τεχνειτῶν ἱρονεικῶν {²⁶ἱερονεικῶν}²⁶ στεφανει- | |
| τῶν vacat χαίρειν ∙ vacat | |
| 60 | ὡς ἔδοξέ μοι τετάχθαι τοὺς ἀγῶνας, περὶ ὧν ἐν Νεαπόλει λόγοι καὶ ἀξιώσεις ἐπ’ ἐμοῦ ἐγένοντο, ὑμεῖν τε ἐδήλωσα καὶ πρὸ̣[ς] τ̣[ὰ] ἔθνη καὶ τὰς πόλεις, |
| ἀφ’ ὧν πρεσβεῖαι περὶ τούτου παρῆσαν, ἐπιστέλλω· τὴν δὲ ἀρχὴν ἀπ’ Ὀλυμπίων ἐποιησάμη̣ν, ὅτι ἐστὶν ἀρχαῖο̣ς ὁ ἀγὼν οὗτος καὶ ἐνδοξότατος τῶν γ̣ε | |
| Ἐλληνικῶν· μετὰ δὲ τὰ Ὀλύμπια Ἴσθμια ἔστω, μετὰ δὲ Ἴσθμια Ἁδριάνεια, ὡς ἄρχεσθαι τὸν ἀγῶνα παυσαμένης τῆς ἐν Ἐλευσεῖνι πανηγύρεως τῇ ὑστεραίᾳ· | |
| ἔστιν δὲ αὕτη κατὰ Ἀθηναίους νουμηνία τοῦ Μαιμακτηριῶνος· τεσσαράκοντα ἡμέραι Ἁδριανείων ἔστωσαν· ὁ δ’ ἐν Τάραντι ἀγὼν μετὰ Ἁδριάνεια ἀγέ- | |
| σ<θ>ω τοῦ Ἰανουαρίου μηνός, ἀπὸ δὲ Καπετωλείων, ὡς μέχρι νῦν ἐπετελέσθη, ἀγομένων ἐν Νεαπόλει ἀγώνων· εἶτα Ἄκτια ἀρχόμενα μὲν τῇ πρὸ θ καλ(ανδῶν) ∙ | |
| 65 | Ὀκτω(βρίων), συντελούμενα δὲ ἐν τεσσαράκοντα ἡμέραις, ἐν παράπλῳ δὲ ὁ ἐν Πάτραις ἀγών, εἶτα Ἡρ̣αῖα καὶ Νέμεια ἀπὸ καλ(ανδῶν) v Νοεμβρ(ίων) εἰς ∙ καλ(άνδας) Ἰανουαρίας· |
| μετὰ δὲ Νέμεια Παναθήναια, ὥστε συντελεῖσθαι τὸν ἀγῶνα v ἐπ̣’ αὐτῆς τῆς κατὰ τὸν Ἀττικὸν χρόνον, ἐν ᾗ μέχρι νῦν συνετελέσθη· μετὰ δὲ Παναθή̣- | |
| ν̣αια Ζμυρναῖοι ἀγέτωσαν, ἐς μὲ̣ν πλοῦν τῶν ἀγωνιστῶν ἐχόντων πεντεκαίδεκα ἡμέρας ἀπὸ τοῦ Παναθηναίων ὅπλου, τοῦ δὲ ἀγῶνος ἀρχομένου | |
| μετὰ τὰς πεντεκαίδεκα εὐθύς, συντελουμένου δὲ τετταράκοντα ἡμέραις· ἀπὸ δὲ τοῦ ἐν [Ζμ]ύρνῃ ὅπλου δύο ἡμέρα{ι}ς {²⁶ἡμέρας}²⁶ διαλιπὼν ὁ Περγαμηνῶν | |
| ἀγὼν ἀρξάσθω τε εὐθὺς καὶ ταῖς τετταράκοντα ἡμέραις συντελείσθω· Ἐφέσιοι δ̣ὲ ἀπὸ τ̣ο̣ῦ̣ ἐν Περγάμῳ ὅπλου διαλιπέτωσαν ἡμέρας τέσσαρας, ἔστω δὲ | |
| 70 | ὁ ἀγὼν ἀπὸ τῆς ἀρχῆς τῆς τεσσαρακοστῆς συντετελεσμένος· εἶτα ἐκεῖθεν ἐπὶ Πύθια οἱ ἀγωνισταὶ καὶ Ἴσθ<μ>ια, τὰ ἐπὶ Πυθίοις, καὶ τὰ ἐν Μαντινείᾳ Κοινὰ |
| Ἀχαιῶν καὶ Ἀρκάδων, εἶτα Ὀλύμπεια· ἐν τῷδε ἔτει Πανελλήνια ἐπιτελεῖται· Σμυρναῖοι μὲν ἄρξονται τῶν παρ’ αὐτοῖς Ἁδριανείων ἀπὸ τῆς πρὸ μιᾶς νω- | |
| νῶν Ἰανουαρίων κα<ὶ> ἐπὶ τεσσαράκοντα ἡμέρας ἄξουσιν τὴν πανήγυρ̣[ι]ν· Ἐφέσιοι δὲ δύο ἡμέρας ἀπὸ τοῦ ἐν Ζμύρνῃ ὅπλου διαλιπόντες ἄρξονται τῶν πα- | |
| ρ’ αὐτοῖς Ὀλυμπείων, εἰς τὰ Ὀλύμπια αὐτὰ καὶ τὰ ἐπ’ αὐτοῖς Βαλβίλλ[εια δύ]ο̣ καὶ πεντήκοντα ἡμέρας ἔχοντες, ἐπὶ δὲ Βαλβιλλείοις Πανελλήνια καὶ Ὀλύμπια | |
| ἐπὶ Πανελληνίοις ∙ Νεικομηδεῦσ<ι>ν ἐγὼ συνεβούλευον ὑπο[— c.10-12 —] τὴν προθεσμίαν τοῦ παρ’ αὐτοῖς ἀγῶνος, οἱ δέ φασιν περιέχεσθαι τοῦ συνήθους και- | |
| 75 | ροῦ· ἀγέτωσαν δή, ὁπότε̣ α̣ὐτοὶ βούλωνται· Θεσσαλονεικε̣ῖ̣[ς ․․․․․․․] κ̣α̣ὶ Περίνθιοι καὶ Λαυδικεῖς καὶ Ἱεραπολεῖται καὶ Φιλαδελφεῖς καὶ Τραλλιανοὶ καὶ Θυατει- |
| ρηνοί, καὶ εἴ τινων ἄλλων πρεσβεῖα<ι> περὶ τ̣ούτ̣ου [․․7-8․․ (?) ἀφί]κ̣οντο, πριάσθωσαν, ὅτι τοὺς ὑπὸ τῆς λαμπροτάτης συνκλήτου κεκυρωμένους ἀγῶνας | |
| προτειμᾶσθαι δεῖ τῷ καιρῷ τῆς τάξεως, ἐπ’ α̣ὐ̣τ̣οῖς ΔΕΠΙ̣Λ̣Ο̣Ι̣Τ̣Ω̣[․․]ΔΙ v Υ v ἄγε̣ιν, ἡνίκ’ ἂν γείνωνται· Χείους δὲ τὸ μὴ ἄγειν τὸν ἑαυτῶν ἀγῶνα εἰς τὸν κατην- | |
| γ̣ε̣λ̣μ̣ένον καιρὸν διὰ τὸ μὴ ἔχει̣ν̣ β̣ε̣βαίαν προθεσμ<ί>αν οὐ β̣λάψει π̣ρὸς τὸ(?) [․․․․․․․․․․․․․․․․․․․․] ἑαυτοῖς καιρόν· γενήσονται δὲ οἱ ἀγωνισταὶ ἐπὶ πάντας | |
| τούς τ̣ε νῦν ὑπ’ ἐμοῦ τεταγμένους ἀγῶνας v Κ[․․․․․․․․․․․․․․․․․․․․․․] διὰ τὸ μηδένα ἀξιῶσαι ΠΛΡ̣CΛΙΟΙ περὶ αὐτῶν τοὺς πλείστους, ἐὰν πρῶτον μὲν̣ | |
| 80 | πᾶσαι πανταχοῦ πανηγύρεις ἐπὶ τεσσαράκοντα ἡμέρας ἄγωνται (καὶ διατετάχθω τοῦτο), εἶτα δὲ μὴ κ̣ατατρείβω̣ντα<ι> v μετὰ τοὺς ἀγῶνας τὰ θέματα ΛΠ̣Λ |
| ΤΟΥΝΤΟΥΣ· ἐντεῦθεν ἀνανκαῖόν ἐστιν τὸ καὶ ἀλαχ̣οῦ μοι διατεταγμένον, ἔνδον ἐν τῷ θεάτρῳ καὶ τῷ σταδίῳ προτίθεσθαι τὸ ἀργύριον παρὰ τοῖς στεφά- | |
| νοις κα<ὶ> τὸν νεικῶντα λαμβάνειν εὐθὺς ΕΝΟΙΕ τῶν θεωμένων· ὁ δὲ οὐχ οὕτως ἀποδοὺς ἀγωνοθέτης διπλασείῳ ἐνέξεται τῷ θέματι, ὡς τὸ μὲν ἥμι- | |
| συ τὸν ἀγωνιστὴν λαβεῖν, τὸ δὲ ἥμισυ τὴν πόλιν, ἔνθα ὁ ἀγὼν ἐπιτελεῖται ∙ ταῦτά μου τὰ γράμματα ἐν στήλλαις ἀναγραψάτωσαν αἱ πόλεις, παρ’ αἷς | |
| οἱ ἀγῶνες οἱ διατεταγμένοι ἄγονται, αἱ δὲ σύνοδοι ἐν τοῖς ἱεροῖς τοῖς ἑαυτῶν. vacat εὐτυχεῖτε. | |
| vacat | |
| III.85 | Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιαν[ο]ῦ Παρθικοῦ ὑός, θεοῦ Νέρουα υἱωνός, Τραιανὸς ῾Αδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ιηʹ, |
| ὕπατος τὸ γʹ, vv πατὴρ πατρίδο[ς], συνόδῳ θυμελικῇ τῶν περὶ τὸν Διόνυσον τεχνειτῶν ∙ χαίρειν ∙ ἐγὼ μὲν τὸ ἐμαυτοῦ ἔθος φυλάσσων δίδωμι | |
| ὑμεῖν τὴν ἀνάπτωσιν, ἐπεισάγειν δὲ ταῖς πόλεσιν ἀναλώματα, ἃ μὴ πρότερον ἐτέλεσαν, οὐκ εἴθισμαι· τὰς μέντοι νενομισμένας ἀναπτώ- | |
| σεις κυρῶ, ὡς μὴ ἐπὶ τοῖς ἀγωνοθέταις εἶναι διαναδύεσθαι τὴν τοιαύτην φιλοτειμίαν. | |
| vacat vacat vacat | |
| 89 | εὐτυχεῖτε. |