Honorific decree for Antikles of Lampsakos.  Marble pedimental stele.
[ ] Troas — Ilion — Çıplak & Kalafat, betw. — ca. 200-150 BC — EA 36 (2003) 109-114 — EA 37 (2004) 91-94 — BE (2004) 267 (cf.)
1 ἐπὶ ἀγωνο[θετ]ῶν τῶν περὶ Δημήτριον Πρωτοκλεί-
δου Ἰλιέα, Ἀρισ[τ]οκράτην Σκύμνου Λαμψακηνόν, Ἡρα-
κλείδην Ἀπολ[λ]ωνίο[υ Σκ]ήψιον, Ζωΐλον Μενεστρά-
του Ῥοιτέα, Λυσίαν ΒΟ․[— —Ο]Υ Ἀβυδηνόν, γραμματεύον-
5 τος Φαίδρου τοῦ Πολυκ[ράτου]ς Παριανοῦ, Παναθηναίοις μ[ε]-
γάλοις, ἑκκαιδε[κάτ]ηι̣ [τῆς] πανηγύρεως, γνώμη τῶν σ[υν]-
έδρων· ἐ[π]εὶ ἐπε[λθόντες] ἐπὶ τὸ συνέ[δ]ριον οἵ τε νέοι καὶ οἱ ἀ-
θληταὶ καὶ τῶν ἄ[λ]λ[ων τ]ῶμ παραγεγο[ν]ότων εἰς τὴμ πανή-
[γ]υριν πλείους ἀ[ξ]ι̣ο̣[ῦσιν ἵ]να ἐπισκέψω[ν]ται οἱ σύνεδροι καθό-
10 [τ]ι Ἀντικλῆς Ἀλ[ε]ξ[άνδρ]ου Λαμψακηνὸς τιμηθήσεται κατ’ ἀ-
[ξ]ίαν τῆς φιλοτ[ι]μ[ίας ἃ]μ πεποίηται ἔν τ[ε] τοῖς μικροῖς καὶ ἐν
τοῖς μεγάλοις [Παναθ]ηναίοις· συμφέρον δέ ἐστιν τιμ̣ᾶσ<θ>αι
τοὺς καλοὺς κα[ὶ ἀγαθ]οὺς τῶν ἀνδρῶν ἀ[ξί]ως ὧν ἂμ φιλοδο-
ξήσωσιν εἰς [τὴν π]ανήγυριν, Ἀντικλεί[ου]ς δὲ τ[ῆ]ς τε εὐ-
15 δοξίας τ[ῆ]ς κ[ατὰ τ]ὸ γυμνάσιον τὴμ προσ[ή]κουσαν ἐπιμέ-
λειαμ πεποιη[μέν]ου καὶ κεχορηγηκότος ε[ἰς] τὴν γυμνασια[ρ]-
χίαν ὡς ἐνδ[έχ]ε[τ]αι φιλοτιμότατα καὶ τῶν [λ]οιπῶ[ν] τῶν κατὰ
[τ]ὴν ἀρχὴν [ἐπιμεληθ]έντος ἀξίως τῆς τε [π]ατρί[δ]ος τῆς ἐξ-
αποστει[λά]σης [κ]α[ὶ] τῶν ἄλλων πόλεων τ[ῶ]ν συ[ν]αγουσῶν
20 [τ]ὴμ πανή[γυ]ριν, κα[ὶ ἐπ]ιφανοῦς γεγονότος [?δι]ότι̣ [ἡ]γεμονικ̣ώ̣-
τατον κα[ὶ κ]άλλιστ̣ο̣[ν ν]ομίσας εἶναι τὸμ παρ[ὰ] τῶ[μ] πόλεων ἔ-
παινον καὶ [․]ΑΥΠΡΞ̣ΟΝ [τ]ὰ τίμια φιλοδοξῆσαι πρ̣[ο]είλε̣το, οὔτε δα-
[π]άνη[ς] οὐδεμίας φε[ι]σάμενος οὔτε σπο[υ]δῆς καὶ φιλοτι-
[μίας] οὐθὲν ἐλλείπ[ω]ν, διὸ καὶ καλῶς ἔχ[ο]ν ἐστὶν τὸν
25 [δῆμ]ον τὸν Λαμψακηνῶν ἐπαινεθῆν[αι ὑ]πὸ τῶν πόλε-
[ων τ]ῶγ κοινωνουσῶ[ν] τῆς πανηγύρεως [ἐ]πὶ τῶι ἐξαποσ-
[τεῖλα]ι ἄνδρα ἄξιον τῆς [ἀ]ρχῆς· ὁμοίως δὲ [κ]αὶ τὸγ γυμνασί-
[αρχο]ν Ἀντικλῆν τιμηθῆναι στεφανωθέ[ντο]ς αὐτοῦ χρυσῶι
[στεφ]άνωι καὶ εἰκόνι χαλκῆι καὶ γενομένη[ς τ]ῆς τε ἀναγορεύ-
30 [σεω]ς καὶ τοῦ ψηφίσματος ἀναγραφέντο[ς κα]θότι ἂν τοῖς συν-
[έδρο]ις δόξηι, δεδόχθαι τοῖς συνέδροις· τε[τι]μ̣ῆσθαι τὸν γυμ[ν]α-
[σίαρ]χον Ἀντικλῆν Ἀλεξάνδρου Λαμψακ[η]νὸν στεφάνωι
[χ]ρ[υ]σῶ[ι κ]αὶ εἰκόνι χαλκῆι· τοὺς δὲ ἀγωνο[θέ]τας ποιήσασθαι
[τ][ν] ἀναγόρευσιν τοῦ τε στεφάνου καὶ τῆς εἰκόνος ἐν τῶι ἀ-
35 [γῶν]ι τῶ[ι] γυμνικῶι κατὰ τάδε — στεφανοῦσ[ιν] οἱ νέοι καὶ οἱ ἀθλητα[ὶ]
Ἀν[τ]ικλῆν Ἀλεξάνδρου Λαμψακηνὸν στ[εφ]άνωι χρυσῶι καὶ
[ε]ἰκόνι χαλκῆι γυμνασιαρχήσαντα καλῶ[ς κ]αὶ ἀξίως τῆς πα-
νηγύρεως· ἵνα δὲ τὰ γεγραμμένα συντ[ε]λεσθῆι καὶ διαμείνηι
τὸμ πάντα χρόνον, ἐπιμεληθῆναι τοὺς [ἀ]γωνοθέτας ὅπως
40 [ἀ]ναγραφ[ῆ]ι τὸ ψήφισμα εἰστήλας δύο λε[υ]κοῦ λίθου καὶ ἡ μὲν μί-
[α] ἀνατεθ[ῆ]ι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τὸ ἐν Ἰλίωι, ἡ δὲ μία ἀπο-
σταλῆι εἰς Λάμψακον· ἐπιμελὲς δὲ π[ο]ιήσασθαι τοὺς ἀγωνο-
[θ]έτας, ἵνα καὶ ἡ εἰκὼν σταθῆι ἐν Ἰλίωι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, ἐ-
[π]ὶ δὲ τὴμ βάσιν τοῦ ἀνδριάντος ἐπι[γ]ραφῆι ὅτι οἱ νέοι καὶ οἱ ἀθλ[η]-
45 [τ]αὶ Ἀντικλῆν Ἀλεξάνδρου Λαμψακη[ν]ὸν γυμνασιαρχήσαν-
τα καλῶς καὶ ἀξίως αὐτῶν τε καὶ τῆ[ς] πανηγύρεως· τού-
[τ]ωγ γὰρ γενομένων καὶ οἱ λοιποὶ θεωροῦντες κἀξίαν τι-
μωμένους ὑπὸ τοῦ κοινοῦ τῶμ πόλεων τοὺς καλοὺς
καὶ ἀγαθοὺς τῶν ἀνδρῶν καὶ δόξ[η]ς τυγχάνοντας ἀει-
50 μνήστου προθύμως αὐτοὺς ἐπιδώσουσιν εἰς τὸ ἐπιφα-
νῶς τε καὶ ἀξίως τῆς τε θεᾶς καὶ τῶμ πόλεων συντελέσ-
[θ]αι τὰ κατὰ τὴμ πανήγυριν· τὸν δὲ ἀγωνοθέτην καὶ τοὺς συν-
έδρους τοὺ[ς ἀπ]εσταλμένους ἐκ Λαμψάκου ἀνενεγκεῖν τ[ό]-
δε τὸ ψήφισ[μα Λα]μψακηνοῖς καὶ ἀ[ξ]ιοῦν αὐτοὺς ἐπιμελὲς
55 [π]οιήσασθαι ὅπως ἀνατεθῇ ἡ στήλη ἐν τῶι τόπωι ὡς κα[λ]-
[λ]ίστωι· ἑλέσθαι δὲ τοὺς συνέδρου[ς] καὶ πρὸς Ἰλιεῖς πρεσβεί-
[α]ν ἥτις ἀξιώσει αὐτοὺς παραδεῖξαι ἐν τῶι ἱερῶι τῆς Ἀθη-
νᾶς τόπον ἐπιφανέστατον εἰς ὃν ἀνατεθήσεται ἥ τε
[εἰκ]ὼν καὶ ἡ στήλη· ᾑρέθησαν ἐκ γʹ μὲν τῶν ἀγωνοθετῶν
60 Δημήτριος Πρωτοκλείδου Ἰλιεύς, ἐγ δὲ τῶν συνέδρων Π[υ]-
θόδωρος Μητροτίμου, Πλήξιππος Δημοδόκου Λαμψα-
[κ]ηνοί.
Search Help
Contact Us