Honorific decree for Antikles of Lampsakos. Marble pedimental stele.
[ ]
Troas — Ilion — Çıplak & Kalafat, betw. — ca. 200-150 BC — EA 36 (2003) 109-114 — EA 37 (2004) 91-94 — BE (2004) 267 (cf.)
| 1 | ἐπὶ ἀγωνο[θετ]ῶν τῶν περὶ Δημήτριον Πρωτοκλεί- |
| δου Ἰλιέα, Ἀρισ[τ]οκράτην Σκύμνου Λαμψακηνόν, Ἡρα- | |
| κλείδην Ἀπολ[λ]ωνίο[υ Σκ]ήψιον, Ζωΐλον Μενεστρά- | |
| του Ῥοιτέα, Λυσίαν ΒΟ․[— —Ο]Υ Ἀβυδηνόν, γραμματεύον- | |
| 5 | τος Φαίδρου τοῦ Πολυκ[ράτου]ς Παριανοῦ, Παναθηναίοις μ[ε]- |
| γάλοις, ἑκκαιδε[κάτ]ηι̣ [τῆς] πανηγύρεως, γνώμη τῶν σ[υν]- | |
| έδρων· ἐ[π]εὶ ἐπε[λθόντες] ἐπὶ τὸ συνέ[δ]ριον οἵ τε νέοι καὶ οἱ ἀ- | |
| θληταὶ καὶ τῶν ἄ[λ]λ[ων τ]ῶμ παραγεγο[ν]ότων εἰς τὴμ πανή- | |
| [γ]υριν πλείους ἀ[ξ]ι̣ο̣[ῦσιν ἵ]να ἐπισκέψω[ν]ται οἱ σύνεδροι καθό- | |
| 10 | [τ]ι Ἀντικλῆς Ἀλ[ε]ξ[άνδρ]ου Λαμψακηνὸς τιμηθήσεται κατ’ ἀ- |
| [ξ]ίαν τῆς φιλοτ[ι]μ[ίας ἃ]μ πεποίηται ἔν τ[ε] τοῖς μικροῖς καὶ ἐν | |
| τοῖς μεγάλοις [Παναθ]ηναίοις· συμφέρον δέ ἐστιν τιμ̣ᾶσ<θ>αι | |
| τοὺς καλοὺς κα[ὶ ἀγαθ]οὺς τῶν ἀνδρῶν ἀ[ξί]ως ὧν ἂμ φιλοδο- | |
| ξήσωσιν εἰς [τὴν π]ανήγυριν, Ἀντικλεί[ου]ς δὲ τ[ῆ]ς τε εὐ- | |
| 15 | δοξίας τ[ῆ]ς κ[ατὰ τ]ὸ γυμνάσιον τὴμ προσ[ή]κουσαν ἐπιμέ- |
| λειαμ πεποιη[μέν]ου καὶ κεχορηγηκότος ε[ἰς] τὴν γυμνασια[ρ]- | |
| χίαν ὡς ἐνδ[έχ]ε[τ]αι φιλοτιμότατα καὶ τῶν [λ]οιπῶ[ν] τῶν κατὰ | |
| [τ]ὴν ἀρχὴν [ἐπιμεληθ]έντος ἀξίως τῆς τε [π]ατρί[δ]ος τῆς ἐξ- | |
| αποστει[λά]σης [κ]α[ὶ] τῶν ἄλλων πόλεων τ[ῶ]ν συ[ν]αγουσῶν | |
| 20 | [τ]ὴμ πανή[γυ]ριν, κα[ὶ ἐπ]ιφανοῦς γεγονότος [?δι]ότι̣ [ἡ]γεμονικ̣ώ̣- |
| τατον κα[ὶ κ]άλλιστ̣ο̣[ν ν]ομίσας εἶναι τὸμ παρ[ὰ] τῶ[μ] πόλεων ἔ- | |
| παινον καὶ [․]ΑΥΠΡΞ̣ΟΝ [τ]ὰ τίμια φιλοδοξῆσαι πρ̣[ο]είλε̣το, οὔτε δα- | |
| [π]άνη[ς] οὐδεμίας φε[ι]σάμενος οὔτε σπο[υ]δῆς καὶ φιλοτι- | |
| [μίας] οὐθὲν ἐλλείπ[ω]ν, διὸ καὶ καλῶς ἔχ[ο]ν ἐστὶν τὸν | |
| 25 | [δῆμ]ον τὸν Λαμψακηνῶν ἐπαινεθῆν[αι ὑ]πὸ τῶν πόλε- |
| [ων τ]ῶγ κοινωνουσῶ[ν] τῆς πανηγύρεως [ἐ]πὶ τῶι ἐξαποσ- | |
| [τεῖλα]ι ἄνδρα ἄξιον τῆς [ἀ]ρχῆς· ὁμοίως δὲ [κ]αὶ τὸγ γυμνασί- | |
| [αρχο]ν Ἀντικλῆν τιμηθῆναι στεφανωθέ[ντο]ς αὐτοῦ χρυσῶι | |
| [στεφ]άνωι καὶ εἰκόνι χαλκῆι καὶ γενομένη[ς τ]ῆς τε ἀναγορεύ- | |
| 30 | [σεω]ς καὶ τοῦ ψηφίσματος ἀναγραφέντο[ς κα]θότι ἂν τοῖς συν- |
| [έδρο]ις δόξηι, δεδόχθαι τοῖς συνέδροις· τε[τι]μ̣ῆσθαι τὸν γυμ[ν]α- | |
| [σίαρ]χον Ἀντικλῆν Ἀλεξάνδρου Λαμψακ[η]νὸν στεφάνωι | |
| [χ]ρ[υ]σῶ[ι κ]αὶ εἰκόνι χαλκῆι· τοὺς δὲ ἀγωνο[θέ]τας ποιήσασθαι | |
| [τ]ὴ[ν] ἀναγόρευσιν τοῦ τε στεφάνου καὶ τῆς εἰκόνος ἐν τῶι ἀ- | |
| 35 | [γῶν]ι τῶ[ι] γυμνικῶι κατὰ τάδε — στεφανοῦσ[ιν] οἱ νέοι καὶ οἱ ἀθλητα[ὶ] |
| Ἀν[τ]ικλῆν Ἀλεξάνδρου Λαμψακηνὸν στ[εφ]άνωι χρυσῶι καὶ | |
| [ε]ἰκόνι χαλκῆι γυμνασιαρχήσαντα καλῶ[ς κ]αὶ ἀξίως τῆς πα- | |
| νηγύρεως· ἵνα δὲ τὰ γεγραμμένα συντ[ε]λεσθῆι καὶ διαμείνηι | |
| τὸμ πάντα χρόνον, ἐπιμεληθῆναι τοὺς [ἀ]γωνοθέτας ὅπως | |
| 40 | [ἀ]ναγραφ[ῆ]ι τὸ ψήφισμα εἰστήλας δύο λε[υ]κοῦ λίθου καὶ ἡ μὲν μί- |
| [α] ἀνατεθ[ῆ]ι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τὸ ἐν Ἰλίωι, ἡ δὲ μία ἀπο- | |
| σταλῆι εἰς Λάμψακον· ἐπιμελὲς δὲ π[ο]ιήσασθαι τοὺς ἀγωνο- | |
| [θ]έτας, ἵνα καὶ ἡ εἰκὼν σταθῆι ἐν Ἰλίωι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, ἐ- | |
| [π]ὶ δὲ τὴμ βάσιν τοῦ ἀνδριάντος ἐπι[γ]ραφῆι ὅτι οἱ νέοι καὶ οἱ ἀθλ[η]- | |
| 45 | [τ]αὶ Ἀντικλῆν Ἀλεξάνδρου Λαμψακη[ν]ὸν γυμνασιαρχήσαν- |
| τα καλῶς καὶ ἀξίως αὐτῶν τε καὶ τῆ[ς] πανηγύρεως· τού- | |
| [τ]ωγ γὰρ γενομένων καὶ οἱ λοιποὶ θεωροῦντες κἀξίαν τι- | |
| μωμένους ὑπὸ τοῦ κοινοῦ τῶμ πόλεων τοὺς καλοὺς | |
| καὶ ἀγαθοὺς τῶν ἀνδρῶν καὶ δόξ[η]ς τυγχάνοντας ἀει- | |
| 50 | μνήστου προθύμως αὐτοὺς ἐπιδώσουσιν εἰς τὸ ἐπιφα- |
| νῶς τε καὶ ἀξίως τῆς τε θεᾶς καὶ τῶμ πόλεων συντελέσ- | |
| [θ]αι τὰ κατὰ τὴμ πανήγυριν· τὸν δὲ ἀγωνοθέτην καὶ τοὺς συν- | |
| έδρους τοὺ[ς ἀπ]εσταλμένους ἐκ Λαμψάκου ἀνενεγκεῖν τ[ό]- | |
| δε τὸ ψήφισ[μα Λα]μψακηνοῖς καὶ ἀ[ξ]ιοῦν αὐτοὺς ἐπιμελὲς | |
| 55 | [π]οιήσασθαι ὅπως ἀνατεθῇ ἡ στήλη ἐν τῶι τόπωι ὡς κα[λ]- |
| [λ]ίστωι· ἑλέσθαι δὲ τοὺς συνέδρου[ς] καὶ πρὸς Ἰλιεῖς πρεσβεί- | |
| [α]ν ἥτις ἀξιώσει αὐτοὺς παραδεῖξαι ἐν τῶι ἱερῶι τῆς Ἀθη- | |
| νᾶς τόπον ἐπιφανέστατον εἰς ὃν ἀνατεθήσεται ἥ τε | |
| [εἰκ]ὼν καὶ ἡ στήλη· ᾑρέθησαν ἐκ γʹ μὲν τῶν ἀγωνοθετῶν | |
| 60 | Δημήτριος Πρωτοκλείδου Ἰλιεύς, ἐγ δὲ τῶν συνέδρων Π[υ]- |
| θόδωρος Μητροτίμου, Πλήξιππος Δημοδόκου Λαμψα- | |
| [κ]ηνοί. |