Paian in honor of Asklepios.  Two joining fragments of a slab of white marble, preserved on the right.
[ ] Attica — Athens — Asklepieion — 2nd/3rd c. AD — IG II² 4509 — SEG 46.269 (ll. 15-20) — G. Schörner, Votive (2003) 160
1 [παιᾶνα κλυτόμητιν ἀείσατε]
[κοῦροι, Λητοΐδην ἕκατον, ἰὲ ὦ ἰὲ]
[παιάν, ὃς μέγα χάρμα βροτοῖσιν]
[ἐγείνατο, μιχθεὶς ἐν φιλότητι]
5 [Κορωνίδι τῆι Φλ]εγυείαι· ἰὴ π̣[αι]-
[άν, Ἀσκληπιόν, δαί]μον[α] κλεινό-
[τατον, ἰὲ παιάν· τοῦ] δὲ καὶ ξεγέ-
[νοντο Μαχάων καὶ] Ποδαλείριος
[ἠδ’ Ἰασὼ Ἀκεσώ τε π]ολύλλιτος· ὦ [ἰὲ]
10 [παιάν, Αἴγλη τ’ εὐῶπι]ς Πανάκε[ιά]
[τε Ἠπιόνης παῖδ]ε[ς σὺ]ν ἀγακλυ̣[τῶι]
[εὐαυγεῖ Ὑγιείαι]· ἰὲ παιάν, vacat
[Ἀσκληπιέ, δαῖμον κ]λεινότατε, ἰὲ vacat
[παιάν, χαῖρέ μοι, ἵλα]ος δ’ ἐπινίσεο
15 [Κεκροπίαν πόλιν εὐ]ρύχο[ρ]ον, ἰὲ ὦ ἰὲ
[παιάν, δὸς δ’ ἡμᾶς] χ̣αίροντας vacat
[ὁρᾶν φάος ἠελίου] δοκίμους vacat
[σὺν ἀγακλυτῶι ε]ὐαυγε[ῖ] Ὑγιείαι·
[ἰὴ παιάν, Ἀσκληπιέ], δαῖμον σεμνό-
20 [τατε, ἰὲ παιάν].     vacat
Search Help
Contact Us