Dedicatory epigram for Dionysos. Slab of Hymettian marble, broken at the bottom and on the left.
| 1 | τόνδε νεώ σοι, ἄναξ, Διονύσιος εἵσατο τῆιδε |
| καὶ τέμενος θυόεν καὶ ξόαν’ εἴκελά σοι | |
| καὶ πάντ’, οὐ πλοῦτον κρίνας πολυάργυρον αὔξειν | |
| ἐν δόμωι ὡς τὸ σέβειν, Βάκχε, τὰ σοὶ νόμιμα. | |
| 5 | [ἀ]νθ’ ὧν, ὦ Διόνυσ’, ὢν ἵλαος οἶκον ἅμ’ αὐτοῦ |
| [καὶ] γ̣ενεὴν σώιζοις πάντα τε σὸν θίασον. |