Funerary epigram for Xenokles, son of Heragoras. Stele of white marble. Now missing.
[ ]
Kalymna Isl. — Kalymnos (Pothia) — Ch. of Panagia — 2nd c. BC — ClRev (1902) 102 — M. Segre, Tit. Cal. (1952) 219 — W. Peek, GVI 1 (1955) 946
See also:
[Ἡραγόρας — — — τὸν υἱόν, καὶ — — — Ἡραγόρα] | |
τὸν ἀδελφὸ[ν] | |
θεοῖς. | |
ἓξ ἔτεσιν <λ>ίπον<τ>α δι<π>λῆς δεκάδο[ς λυκαβάντων] | |
ἅρπασεν ὠκύπλους ἁ νεκύων ἄκατος· | |
5 | ἐς μακάρων δέ με χῶρον ἐθήκατο, ματρὶ δὲ δῶ[κε] |
δῶρον, ἐπεὶ προτέρα γ’ ἦλθ’ Ἀΐδαο μυχούς· | |
πατρὸς δὲ στοργά με κασιγνήτου τε πρὸς αὐγὰς | |
ἀελίου μορφὰν θῆκε τυπωσαμένα· | |
οὔνομα δὲ κλεόμαν Ξενοκλῆς, δῆμος δὲ Κάλυμν[α], | |
10 | Κῶι δὲ πάτρα, γενέτωρ δ’ ἐστί μου Ἡραγόρας. |