[ ]
Att. — ante 178 p.
| 1 | ἀγαθῇ τύχῃ. |
| ἐπὶ ἄρχοντος Ἀρ(ρίου) Ἐπαφροδείτου, μηνὸς | |
| Ἐλαφηβολιῶνος ηʹ ἑσταμένου, ἀγορὰν | |
| συνήγαγεν πρώτως ὁ ἀποδειχθεὶς | |
| 5 | ἱερεὺς ὑπὸ Αὐρ(ηλίου) Νεικομάχου τοῦ ἀνθι- |
| ερασαμένου ἔτη ιζʹ καὶ ἱερασαμένου | |
| ἔτη κγʹ καὶ παραχωρήσαντος ζῶντος | |
| εἰς κόσμον καὶ δόξαν τοῦ Βακχείου | |
| τῷ κρατίστῳ Κλα(υδίῳ) Ἡρώδῃ, ὑφ’ οὗ ἀνθιερεὺς | |
| 10 | ἀποδειχθεὶς [ἀν]έγνω δόγματα τῶν |
| ἱερασαμένων Χρυσίππου καὶ Διονυσίου, | |
| καὶ ἐπαινέσαντος τοῦ ἱερέως καὶ τοῦ ἀρ- | |
| χιβάχχου καὶ τοῦ προστάτου ἐξ(εβόησαν)· "τούτοις | |
| ἀεὶ χρώμεθα", "καλῶς ὁ ἱερεύς", "ἀνάκτησαι | |
| 15 | [τ]ὰ δόγματα· σοὶ πρέπει", "εὐστάθειαν τῷ |
| Βακχείῳ καὶ εὐκοσμίαν", "ἐν στήλῃ τὰ δό- | |
| γματα" "ἐπερώτα". ὁ ἱερεὺς εἶπεν· ἐπεὶ καὶ | |
| ἐμοὶ καὶ τοῖς συνιερεῦσί μο[υ] καὶ ὑ- | |
| μεῖν πᾶσιν ἀρέσκει, ὡς ἀξιοῦτ̣ε ἐπε- | |
| 20 | ρωτήσομεν. καὶ ἐπερώτησεν ὁ πρό- |
| εδρος Ῥοῦφος Ἀφροδεισίου· ὅτῳ δοκεῖ | |
| κύρια εἶναι τὰ ἀνεγνωσμένα δόγμα- | |
| τα καὶ ἐν στήλῃ ἀναγραφῆναι, ἀράτω | |
| τὴν χεῖρα. πάντες ἐπῆραν. ἐξ(εβόησαν)· "πολλοῖς | |
| 25 | ἔτεσι τὸν κράτιστον ἱερέα Ἡρώδην" |
| "νῦν εὐτυχεῖς, νῦν πάντων πρῶτοι | |
| τῶν Βακχείων", "καλῶς ὁ ἀνθιερεύς", "ἡ στή- | |
| λη γενέστω". ὁ ἀνθιερεὺς εἶπε· ἔσται ἡ | |
| στήλη ἐπὶ τοῦ κείονος, καὶ ἀναγραφή- | |
| 30 | σονται· εὐτονήσουσι γὰρ οἱ προεστῶ- |
| τες τοῦ μηδὲν αὐτῶν λυθῆναι. | |
| 31a | vacat spatium unius versus |
| 32 | μηδενὶ ἐξέστω ἰόβακχον εἶναι, ἐὰν μὴ |
| πρῶτον ἀπογράψηται παρὰ τῷ ἱερεῖ | |
| τὴν νενομισμένην ἀπογραφὴν καὶ | |
| 35 | δοκιμασθῇ ὑπὸ τῶν ἰοβάκχων ψή- |
| φῳ, εἰ ἄξιος φαίνοιτο καὶ ἐπιτήδειος | |
| τῷ Βακχείῳ. ἔστω δὲ τὸ ἰσηλύσιον | |
| τῷ μὴ ἀπὸ πατρὸς (δην.) νʹ καὶ σπονδή. | |
| ὁμοίως καὶ οἱ ἀπὸ πατρὸς ἀπογραφέ- | |
| 40 | σθωσαν ἐπὶ (δην.) κεʹ διδόντες ἡμιφόριον |
| μέχρις ὅτου πρὸς γυναῖκας ὦσιν. | |
| συνίτωσαν δὲ οἱ ἰόβακχοι τάς τε ἐνά- | |
| τας καὶ τὰς ἀμφιετηρίδας καὶ Βακχεῖ- | |
| α καὶ εἴ τις πρόσκαιρος ἑορτὴ τοῦ θεοῦ, | |
| 45 | ἕκαστος ἢ λέγων ἢ ποιῶν ἢ φιλοτει- |
| μούμενος, καταβάλλων μηνιαίαν | |
| τὴν ὁρισθεῖσαν εἰς τὸν οἶνον φοράν· | |
| ἐὰν δὲ μὴ πληροῖ, εἰργέσθω τῆς στιβά- | |
| δος, καὶ εὐτονείτωσαν οἱ τῷ ψηφίσμα- | |
| 50 | τι ἐνγεγραμμένοι, χωρὶς ἢ ἀποδημίας |
| ἢ πένθους ἢ νόσου ἢ <εἰ> σφόδρα ἀνανκαῖός | |
| τις ἦν ὁ προσδεχθησόμενος ἰς τὴν στιβά- | |
| δα, κρεινάντων τῶν ἱερέων. ἐὰν δὲ ἰοβάκ- | |
| χου ἀδελφὸς ἰσέρχηται ψήφῳ δοκιμασθείς, | |
| 55 | διδότω (δην.) νʹ· ἐὰν δὲ ἱερὸς παῖς ἐξωτικὸς καθεσ- |
| θεὶς ἀναλώσῃ τὰ πρὸς τοὺς θεοὺς καὶ τὸ Βακχεῖον, | |
| ἔστω μετὰ τοῦ πατρὸς ἰόβακχος ἐπὶ μιᾷ | |
| σπονδῇ τοῦ πατρός. vv τῷ δὲ ἀπογραψαμένῳ | |
| καὶ ψηφοφορηθέντι διδότω ὁ ἱερεὺς ἐπισ- | |
| 60 | τολὴν ὅτι ἐστὶν ἰόβακχος, ἐὰν πρῶτον |
| δοῖ τῷ ἱερεῖ τὸ ἰσηλύσιον, ἐνγραφομένου | |
| τῇ ἐπιστολῇ τὰ χωρήσαντα εἰς τόδε τι. | |
| οὐδενὶ δὲ ἐξέσται ἐν τῇ στιβάδι οὔτε ᾆσαι | |
| οὔτε θορυβῆσαι οὔτε κροτῆσαι, μετὰ δὲ | |
| 65 | πάσης εὐκοσμίας καὶ ἡσυχίας τοὺς μερισ- |
| μοὺς λέγειν καὶ ποιεῖν, προστάσσοντος | |
| τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου. vvvv μηδενὶ | |
| ἐξέστω τῶν ἰοβάκχων τῶν μὴ συντελε- | |
| σάντων εἴς τε τὰς ἐνάτας καὶ ἀμφιετηρί- | |
| 70 | δας εἰσέρχεσθαι ἰς τὴν στιβάδα μέχρις ἂν |
| ἐπικριθῇ αὐτῷ ὑπὸ τῶν ἱερέων ἢ ἀπο- | |
| δοῦναι αὐτὸν ἢ ἰσέρχεσθαι. vvv μάχης δὲ | |
| ἐάν τις ἄρξηται ἢ εὑρεθῇ τις ἀκοσμῶν ἢ | |
| ἐπ’ ἀλλοτρίαν κλισίαν ἐρχόμενος ἢ ὑβρί- | |
| 75 | ζων ἢ λοιδορῶν τινα, ὁ μὲν λοιδορη- |
| θεὶς ἢ ὑβρισθεὶς παραστανέτω δύο ἐκ | |
| τῶν ἰοβάκχων ἐνόρκους, ὅτι ἤκου- | |
| σαν ὑβριζόμενον ἢ λοιδορούμενον, | |
| καὶ ὁ ὑβρίσας ἢ λοιδορήσας ἀποτιν[νύ]- | |
| 80 | τω τῷ κοινῷ λεπτοῦ δρ(αχμὰς) κεʹ, ἢ ὁ αἴτιος |
| γενόμενος τῆς μάχης ἀποτιννύτω | |
| τὰς αὐτὰς δρ(αχμὰς) κεʹ, ἢ μὴ συνίτωσαν ἰς τοὺς | |
| ἰοβάκχους μέχρις ἂν ἀποδῶσιν. | |
| ἐὰν δέ τις ἄχρι πληγῶν ἔλθῃ, ἀπογραφέστω | |
| 85 | ὁ πληγεὶς πρὸς τὸν ἱερέα ἢ τὸν ἀνθιερέα, |
| ὁ δὲ ἐπάνανκες ἀγορὰν ἀγέτω, καὶ ψή- | |
| φῳ οἱ ἰόβακχοι κρεινέτωσαν προηγου- | |
| μένου τοῦ ἱερέως, καὶ προστειμάσθω | |
| πρὸς χρόνον μὴ εἰσελθεῖν ὅσον ἂν δό- | |
| 90 | ξῃ καὶ ἀργυρίου μέχρι (δην.) κεʹ. v ἔστω δὲ |
| τὰ αὐτὰ ἐπιτείμια καὶ τῷ δαρέντι καὶ | |
| μὴ ἐπεξελθόντι παρὰ τῷ ἱερεῖ ἢ τῷ | |
| ἀρχιβάκχῳ, ἀλλὰ δημοσίᾳ ἐνκαλέσαν- | |
| τι. v ἐπιτείμια δὲ ἔστω τὰ αὐτὰ τῷ εὐκόσ- | |
| 95 | μῳ μὴ ἐκβαλόντι τοὺς μαχομένους. |
| εἰ δέ τις τῶν ἰοβάκχων εἰδὼς ἐπὶ τοῦ- | |
| το ἀγορὰν ὀφείλουσαν ἀχθῆναι μὴ ἀ- | |
| παντήσῃ, ἀποτεισάτω τῷ κοινῷ λε- | |
| πτοῦ δρ(αχμὰς) νʹ. ἐὰν δὲ ἀπειθῆι πρασσόμε- | |
| 100 | νος, ἐξέστω τῷ ταμίᾳ κωλῦσαι αὐτὸν |
| τῆς εἰσόδου τῆς εἰς τὸ Βακχεῖον μέ- | |
| χρις ἂν ἀποδοῖ. vvvv ἐὰν δέ τις τῶν | |
| εἰσερχομένων τὸ ἰσηλύσιον μὴ | |
| διδοῖ τῷ ἱερεῖ ἢ τῷ ἀνθιερεῖ, εἰργέσ- | |
| 105 | θω τῆς ἑστιάσεως μέχρις ἂν ἀπο- |
| δοῖ, καὶ πρασσέσθω ὅτῳ ἂν τρόπῳ | |
| ὁ ἱερεὺς κελεύσῃ. vv μηδεὶς δ’ ἔπος | |
| φωνείτω μὴ ἐπιτρέψαντος τοῦ ἱε- | |
| ρέως ἢ τοῦ ἀνθιερέως ἢ ὑπεύθυνος | |
| 110 | ἔστω τῷ κοινῶι λεπτοῦ δρ(αχμῶν) λʹ. |
| ὁ ἱερεὺς δὲ ἐπιτελείτω τὰς ἐθίμους | |
| λιτουργίας στιβάδος καὶ ἀμφιετη- | |
| ρίδος εὐπρεπῶς καὶ τιθέτω τὴν | |
| τῶν καταγωγίων σπονδὴν στι- | |
| 115 | βάδι μίαν καὶ θεολογίαν, ἣν ἤρ- |
| ξατο ἐκ φιλοτειμίας ποιεῖν ὁ ἱε- | |
| ρασάμενος Νεικόμαχος. vv ὁ δὲ ἀρχί- | |
| βακχος θυέτω τὴν θυσίαν τῷ | |
| θεῷ καὶ τὴν σπονδὴν τιθέτω | |
| 120 | κατὰ δεκάτην τοῦ Ἐλαφηβολι- |
| ῶνος μηνός. vv μερῶν δὲ γεινομέ- | |
| νων αἰρέτω ἱερεύς, ἀνθιερεύς, | |
| ἀρχίβακχος, ταμίας, βουκολικός, | |
| Διόνυσος, Κόρη, Παλαίμων, Ἀφρο- | |
| 125 | δείτη, Πρωτεύρυθμος. τὰ δὲ ὀνό- |
| ματα αὐτῶν συνκληρούσθω | |
| πᾶσι. vv ὃς δ’ ἂν τῶν ἰοβάκχων λάχῃ κλῆ- | |
| ρον ἢ τειμὴν ἢ τάξιν, τιθέτω τοῖς ἰο- | |
| βάκχοις σπονδὴν ἀξίαν τῆς τάξεως, | |
| 130 | γάμων, γεννήσεως, Χοῶν, ἐφηβείας, |
| πολειτείας, ῥαβδοφορίας, βουλείας, ἀ- | |
| θλοθεσίας, Πανέλληνος, γερουσίας, | |
| θεσμοθεσίας, ἀρχῆς ἧσδηποτεοῦν, | |
| συνθυσίας, εἰρηναρχίας, ἱερονείκου, | |
| 135 | καὶ εἴ τίς τι ἐπὶ τὸ κρεῖσσον ἰόβακχος ὢν |
| τύχοιτο. v εὔκοσμος δὲ κληρούσθω ἢ καθισ- | |
| τάσθω ὑπὸ τοῦ ἱερέως, ἐπιφέρων τῷ ἀκοσ- | |
| μοῦντι ἢ θορυβοῦντι τὸν θύρσον τοῦ θε- | |
| οῦ. vv ᾧ δὲ ἂν παρατεθῇ ὁ θύρσος, ἐπικρεί- | |
| 140 | ναντος τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου |
| ἐξερχέσθω τοῦ ἑστιατορείου. v ἐὰν δὲ ἀ- | |
| πειθῇ, αἰρέτωσαν αὐτὸν ἔξω τοῦ πυλῶ- | |
| νος οἱ κατασταθησόμενοι ὑπὸ τῶν | |
| ἱερέων ἵπποι, καὶ ἔστω ὑπεύθυνος | |
| 145 | τοῖς περὶ τῶν μαχομένων προστεί- |
| μοις. vv ταμίαν δὲ αἱρείσθωσαν οἱ ἰόβακ- | |
| χοι ψήφῳ εἰς διετίαν, καὶ παραλαμβα- | |
| νέτω πρὸς ἀναγραφὴν τὰ τοῦ Βακχεί- | |
| ου πάντα, καὶ παραδώσει ὁμοίως τῷ | |
| 150 | μετ’ αὐτὸν ἐσομένῳ ταμίᾳ. παρεχέτω |
| δὲ οἴκοθεν τὸ θερμόλυχνον τάς τε ἐ- | |
| νάτας καὶ ἀμφιετηρίδα καὶ στιβάδα, | |
| καὶ ὅσαι ἔθιμοι τοῦ θεοῦ ἡμέραι καὶ | |
| τὰς ἀπὸ κλήρων ἢ τειμῶν ἢ τάξε- | |
| 155 | ων ἡμέρας. vv αἱρείσθω δὲ γραμμα- |
| τέα, ἐὰν βούληται, τῷ ἰδίῳ κινδύνῳ, | |
| συνκεχωρήσθω δὲ αὐτῷ ἡ ταμιευ- | |
| τικὴ σπονδὴ καὶ ἔστω ἀνείσφορος | |
| τὴν διετίαν. vv ἐὰν δέ τις τελευτή- | |
| 160 | σῃ ἰόβακχος, γεινέσθω στέφανος αὐ- |
| τῷ μέχ<ρ>ι (δην.) εʹ, καὶ τοῖς ἐπιταφήσασι τι- | |
| θέσθω οἴνου κεράμιον ἕν, ὁ δὲ μὴ | |
| ἐπιταφήσας εἰργέσθω τοῦ οἴνου. |