[ ]
Att. — ante 178 p.
1 | ἀγαθῇ τύχῃ. |
ἐπὶ ἄρχοντος Ἀρ(ρίου) Ἐπαφροδείτου, μηνὸς | |
Ἐλαφηβολιῶνος ηʹ ἑσταμένου, ἀγορὰν | |
συνήγαγεν πρώτως ὁ ἀποδειχθεὶς | |
5 | ἱερεὺς ὑπὸ Αὐρ(ηλίου) Νεικομάχου τοῦ ἀνθι- |
ερασαμένου ἔτη ιζʹ καὶ ἱερασαμένου | |
ἔτη κγʹ καὶ παραχωρήσαντος ζῶντος | |
εἰς κόσμον καὶ δόξαν τοῦ Βακχείου | |
τῷ κρατίστῳ Κλα(υδίῳ) Ἡρώδῃ, ὑφ’ οὗ ἀνθιερεὺς | |
10 | ἀποδειχθεὶς [ἀν]έγνω δόγματα τῶν |
ἱερασαμένων Χρυσίππου καὶ Διονυσίου, | |
καὶ ἐπαινέσαντος τοῦ ἱερέως καὶ τοῦ ἀρ- | |
χιβάχχου καὶ τοῦ προστάτου ἐξ(εβόησαν)· "τούτοις | |
ἀεὶ χρώμεθα", "καλῶς ὁ ἱερεύς", "ἀνάκτησαι | |
15 | [τ]ὰ δόγματα· σοὶ πρέπει", "εὐστάθειαν τῷ |
Βακχείῳ καὶ εὐκοσμίαν", "ἐν στήλῃ τὰ δό- | |
γματα" "ἐπερώτα". ὁ ἱερεὺς εἶπεν· ἐπεὶ καὶ | |
ἐμοὶ καὶ τοῖς συνιερεῦσί μο[υ] καὶ ὑ- | |
μεῖν πᾶσιν ἀρέσκει, ὡς ἀξιοῦτ̣ε ἐπε- | |
20 | ρωτήσομεν. καὶ ἐπερώτησεν ὁ πρό- |
εδρος Ῥοῦφος Ἀφροδεισίου· ὅτῳ δοκεῖ | |
κύρια εἶναι τὰ ἀνεγνωσμένα δόγμα- | |
τα καὶ ἐν στήλῃ ἀναγραφῆναι, ἀράτω | |
τὴν χεῖρα. πάντες ἐπῆραν. ἐξ(εβόησαν)· "πολλοῖς | |
25 | ἔτεσι τὸν κράτιστον ἱερέα Ἡρώδην" |
"νῦν εὐτυχεῖς, νῦν πάντων πρῶτοι | |
τῶν Βακχείων", "καλῶς ὁ ἀνθιερεύς", "ἡ στή- | |
λη γενέστω". ὁ ἀνθιερεὺς εἶπε· ἔσται ἡ | |
στήλη ἐπὶ τοῦ κείονος, καὶ ἀναγραφή- | |
30 | σονται· εὐτονήσουσι γὰρ οἱ προεστῶ- |
τες τοῦ μηδὲν αὐτῶν λυθῆναι. | |
31a | vacat spatium unius versus |
32 | μηδενὶ ἐξέστω ἰόβακχον εἶναι, ἐὰν μὴ |
πρῶτον ἀπογράψηται παρὰ τῷ ἱερεῖ | |
τὴν νενομισμένην ἀπογραφὴν καὶ | |
35 | δοκιμασθῇ ὑπὸ τῶν ἰοβάκχων ψή- |
φῳ, εἰ ἄξιος φαίνοιτο καὶ ἐπιτήδειος | |
τῷ Βακχείῳ. ἔστω δὲ τὸ ἰσηλύσιον | |
τῷ μὴ ἀπὸ πατρὸς (δην.) νʹ καὶ σπονδή. | |
ὁμοίως καὶ οἱ ἀπὸ πατρὸς ἀπογραφέ- | |
40 | σθωσαν ἐπὶ (δην.) κεʹ διδόντες ἡμιφόριον |
μέχρις ὅτου πρὸς γυναῖκας ὦσιν. | |
συνίτωσαν δὲ οἱ ἰόβακχοι τάς τε ἐνά- | |
τας καὶ τὰς ἀμφιετηρίδας καὶ Βακχεῖ- | |
α καὶ εἴ τις πρόσκαιρος ἑορτὴ τοῦ θεοῦ, | |
45 | ἕκαστος ἢ λέγων ἢ ποιῶν ἢ φιλοτει- |
μούμενος, καταβάλλων μηνιαίαν | |
τὴν ὁρισθεῖσαν εἰς τὸν οἶνον φοράν· | |
ἐὰν δὲ μὴ πληροῖ, εἰργέσθω τῆς στιβά- | |
δος, καὶ εὐτονείτωσαν οἱ τῷ ψηφίσμα- | |
50 | τι ἐνγεγραμμένοι, χωρὶς ἢ ἀποδημίας |
ἢ πένθους ἢ νόσου ἢ <εἰ> σφόδρα ἀνανκαῖός | |
τις ἦν ὁ προσδεχθησόμενος ἰς τὴν στιβά- | |
δα, κρεινάντων τῶν ἱερέων. ἐὰν δὲ ἰοβάκ- | |
χου ἀδελφὸς ἰσέρχηται ψήφῳ δοκιμασθείς, | |
55 | διδότω (δην.) νʹ· ἐὰν δὲ ἱερὸς παῖς ἐξωτικὸς καθεσ- |
θεὶς ἀναλώσῃ τὰ πρὸς τοὺς θεοὺς καὶ τὸ Βακχεῖον, | |
ἔστω μετὰ τοῦ πατρὸς ἰόβακχος ἐπὶ μιᾷ | |
σπονδῇ τοῦ πατρός. vv τῷ δὲ ἀπογραψαμένῳ | |
καὶ ψηφοφορηθέντι διδότω ὁ ἱερεὺς ἐπισ- | |
60 | τολὴν ὅτι ἐστὶν ἰόβακχος, ἐὰν πρῶτον |
δοῖ τῷ ἱερεῖ τὸ ἰσηλύσιον, ἐνγραφομένου | |
τῇ ἐπιστολῇ τὰ χωρήσαντα εἰς τόδε τι. | |
οὐδενὶ δὲ ἐξέσται ἐν τῇ στιβάδι οὔτε ᾆσαι | |
οὔτε θορυβῆσαι οὔτε κροτῆσαι, μετὰ δὲ | |
65 | πάσης εὐκοσμίας καὶ ἡσυχίας τοὺς μερισ- |
μοὺς λέγειν καὶ ποιεῖν, προστάσσοντος | |
τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου. vvvv μηδενὶ | |
ἐξέστω τῶν ἰοβάκχων τῶν μὴ συντελε- | |
σάντων εἴς τε τὰς ἐνάτας καὶ ἀμφιετηρί- | |
70 | δας εἰσέρχεσθαι ἰς τὴν στιβάδα μέχρις ἂν |
ἐπικριθῇ αὐτῷ ὑπὸ τῶν ἱερέων ἢ ἀπο- | |
δοῦναι αὐτὸν ἢ ἰσέρχεσθαι. vvv μάχης δὲ | |
ἐάν τις ἄρξηται ἢ εὑρεθῇ τις ἀκοσμῶν ἢ | |
ἐπ’ ἀλλοτρίαν κλισίαν ἐρχόμενος ἢ ὑβρί- | |
75 | ζων ἢ λοιδορῶν τινα, ὁ μὲν λοιδορη- |
θεὶς ἢ ὑβρισθεὶς παραστανέτω δύο ἐκ | |
τῶν ἰοβάκχων ἐνόρκους, ὅτι ἤκου- | |
σαν ὑβριζόμενον ἢ λοιδορούμενον, | |
καὶ ὁ ὑβρίσας ἢ λοιδορήσας ἀποτιν[νύ]- | |
80 | τω τῷ κοινῷ λεπτοῦ δρ(αχμὰς) κεʹ, ἢ ὁ αἴτιος |
γενόμενος τῆς μάχης ἀποτιννύτω | |
τὰς αὐτὰς δρ(αχμὰς) κεʹ, ἢ μὴ συνίτωσαν ἰς τοὺς | |
ἰοβάκχους μέχρις ἂν ἀποδῶσιν. | |
ἐὰν δέ τις ἄχρι πληγῶν ἔλθῃ, ἀπογραφέστω | |
85 | ὁ πληγεὶς πρὸς τὸν ἱερέα ἢ τὸν ἀνθιερέα, |
ὁ δὲ ἐπάνανκες ἀγορὰν ἀγέτω, καὶ ψή- | |
φῳ οἱ ἰόβακχοι κρεινέτωσαν προηγου- | |
μένου τοῦ ἱερέως, καὶ προστειμάσθω | |
πρὸς χρόνον μὴ εἰσελθεῖν ὅσον ἂν δό- | |
90 | ξῃ καὶ ἀργυρίου μέχρι (δην.) κεʹ. v ἔστω δὲ |
τὰ αὐτὰ ἐπιτείμια καὶ τῷ δαρέντι καὶ | |
μὴ ἐπεξελθόντι παρὰ τῷ ἱερεῖ ἢ τῷ | |
ἀρχιβάκχῳ, ἀλλὰ δημοσίᾳ ἐνκαλέσαν- | |
τι. v ἐπιτείμια δὲ ἔστω τὰ αὐτὰ τῷ εὐκόσ- | |
95 | μῳ μὴ ἐκβαλόντι τοὺς μαχομένους. |
εἰ δέ τις τῶν ἰοβάκχων εἰδὼς ἐπὶ τοῦ- | |
το ἀγορὰν ὀφείλουσαν ἀχθῆναι μὴ ἀ- | |
παντήσῃ, ἀποτεισάτω τῷ κοινῷ λε- | |
πτοῦ δρ(αχμὰς) νʹ. ἐὰν δὲ ἀπειθῆι πρασσόμε- | |
100 | νος, ἐξέστω τῷ ταμίᾳ κωλῦσαι αὐτὸν |
τῆς εἰσόδου τῆς εἰς τὸ Βακχεῖον μέ- | |
χρις ἂν ἀποδοῖ. vvvv ἐὰν δέ τις τῶν | |
εἰσερχομένων τὸ ἰσηλύσιον μὴ | |
διδοῖ τῷ ἱερεῖ ἢ τῷ ἀνθιερεῖ, εἰργέσ- | |
105 | θω τῆς ἑστιάσεως μέχρις ἂν ἀπο- |
δοῖ, καὶ πρασσέσθω ὅτῳ ἂν τρόπῳ | |
ὁ ἱερεὺς κελεύσῃ. vv μηδεὶς δ’ ἔπος | |
φωνείτω μὴ ἐπιτρέψαντος τοῦ ἱε- | |
ρέως ἢ τοῦ ἀνθιερέως ἢ ὑπεύθυνος | |
110 | ἔστω τῷ κοινῶι λεπτοῦ δρ(αχμῶν) λʹ. |
ὁ ἱερεὺς δὲ ἐπιτελείτω τὰς ἐθίμους | |
λιτουργίας στιβάδος καὶ ἀμφιετη- | |
ρίδος εὐπρεπῶς καὶ τιθέτω τὴν | |
τῶν καταγωγίων σπονδὴν στι- | |
115 | βάδι μίαν καὶ θεολογίαν, ἣν ἤρ- |
ξατο ἐκ φιλοτειμίας ποιεῖν ὁ ἱε- | |
ρασάμενος Νεικόμαχος. vv ὁ δὲ ἀρχί- | |
βακχος θυέτω τὴν θυσίαν τῷ | |
θεῷ καὶ τὴν σπονδὴν τιθέτω | |
120 | κατὰ δεκάτην τοῦ Ἐλαφηβολι- |
ῶνος μηνός. vv μερῶν δὲ γεινομέ- | |
νων αἰρέτω ἱερεύς, ἀνθιερεύς, | |
ἀρχίβακχος, ταμίας, βουκολικός, | |
Διόνυσος, Κόρη, Παλαίμων, Ἀφρο- | |
125 | δείτη, Πρωτεύρυθμος. τὰ δὲ ὀνό- |
ματα αὐτῶν συνκληρούσθω | |
πᾶσι. vv ὃς δ’ ἂν τῶν ἰοβάκχων λάχῃ κλῆ- | |
ρον ἢ τειμὴν ἢ τάξιν, τιθέτω τοῖς ἰο- | |
βάκχοις σπονδὴν ἀξίαν τῆς τάξεως, | |
130 | γάμων, γεννήσεως, Χοῶν, ἐφηβείας, |
πολειτείας, ῥαβδοφορίας, βουλείας, ἀ- | |
θλοθεσίας, Πανέλληνος, γερουσίας, | |
θεσμοθεσίας, ἀρχῆς ἧσδηποτεοῦν, | |
συνθυσίας, εἰρηναρχίας, ἱερονείκου, | |
135 | καὶ εἴ τίς τι ἐπὶ τὸ κρεῖσσον ἰόβακχος ὢν |
τύχοιτο. v εὔκοσμος δὲ κληρούσθω ἢ καθισ- | |
τάσθω ὑπὸ τοῦ ἱερέως, ἐπιφέρων τῷ ἀκοσ- | |
μοῦντι ἢ θορυβοῦντι τὸν θύρσον τοῦ θε- | |
οῦ. vv ᾧ δὲ ἂν παρατεθῇ ὁ θύρσος, ἐπικρεί- | |
140 | ναντος τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου |
ἐξερχέσθω τοῦ ἑστιατορείου. v ἐὰν δὲ ἀ- | |
πειθῇ, αἰρέτωσαν αὐτὸν ἔξω τοῦ πυλῶ- | |
νος οἱ κατασταθησόμενοι ὑπὸ τῶν | |
ἱερέων ἵπποι, καὶ ἔστω ὑπεύθυνος | |
145 | τοῖς περὶ τῶν μαχομένων προστεί- |
μοις. vv ταμίαν δὲ αἱρείσθωσαν οἱ ἰόβακ- | |
χοι ψήφῳ εἰς διετίαν, καὶ παραλαμβα- | |
νέτω πρὸς ἀναγραφὴν τὰ τοῦ Βακχεί- | |
ου πάντα, καὶ παραδώσει ὁμοίως τῷ | |
150 | μετ’ αὐτὸν ἐσομένῳ ταμίᾳ. παρεχέτω |
δὲ οἴκοθεν τὸ θερμόλυχνον τάς τε ἐ- | |
νάτας καὶ ἀμφιετηρίδα καὶ στιβάδα, | |
καὶ ὅσαι ἔθιμοι τοῦ θεοῦ ἡμέραι καὶ | |
τὰς ἀπὸ κλήρων ἢ τειμῶν ἢ τάξε- | |
155 | ων ἡμέρας. vv αἱρείσθω δὲ γραμμα- |
τέα, ἐὰν βούληται, τῷ ἰδίῳ κινδύνῳ, | |
συνκεχωρήσθω δὲ αὐτῷ ἡ ταμιευ- | |
τικὴ σπονδὴ καὶ ἔστω ἀνείσφορος | |
τὴν διετίαν. vv ἐὰν δέ τις τελευτή- | |
160 | σῃ ἰόβακχος, γεινέσθω στέφανος αὐ- |
τῷ μέχ<ρ>ι (δην.) εʹ, καὶ τοῖς ἐπιταφήσασι τι- | |
θέσθω οἴνου κεράμιον ἕν, ὁ δὲ μὴ | |
ἐπιταφήσας εἰργέσθω τοῦ οἴνου. |