[ ]
Att. — s. I p.
face A front.1 | Ξάνθος |
Λύκιος | |
καθειδρούσατο | |
ἱερὸν τοῦ | |
5 | Μηνὸς |
Τυράννου | |
αἱρετίσαντος τοῦ θε- | |
οῦ, ἐπ’ ἀγαθῇ τύχῃ καὶ μη- | |
θένα ἀκάθαρτον προσάγειν· κα- | |
10 | θαρισζέστω δὲ ἀπὸ σκόρ- |
δων καὶ χοιρέων· καὶ μηθένα | |
θυσιάσζειν ἄνευ̣ τοῦ καθι- | |
δρουσαμένου· ἐὰν δέ τις βιάση- | |
ται, ἀπρόσδεκτος ἡ θυσία παρὰ | |
15 | τοῦ θεοῦ. παρέχειν δὲ καὶ τῶι |
θεῶι τὸ καθῆκον, δεξιὸν σκέ- | |
λος καὶ δορὰν καὶ ἔλαιον ἐπὶ βω- | |
μὸν καὶ λύχ<ν>ον καὶ σπονδήν. καὶ | |
ἀπὸ νεκροῦ καθαρίσζεσται δεκα- | |
20 | τ<αί>αν, ἀπὸ γυναικέων ἑβ<δ>ομαία<ν>, |
ἀνδροφόνον μηδὲ περὶ τὸν τό- | |
πον, ἀπὸ δὲ φθορᾶς τετταρα- | |
κοσταίαν, ἀπὸ δὲ γυναικὸς λου- | |
σάμενοι κατακέφαλα αὐθειμε- | |
25 | ρί. εὐίλατος γένοιτο ὁ θεὸς τοῖς |
θεραπεύουσιν ἁπλῇ τῇ ψυχῇ. | |
ἐὰν δέ τινα ἀνθρώπινα πάσχῃ ἢ | |
ἀσθενήσῃ ἢ ἀποδημήσῃ, θεραπευέ[τω] | |
τὸν θεὸν ὧι ἂν αὐτὸς παραδῶ̣ι· ὃς ἂν δ[ὲ] | |
30 | πολυπραγμονήσῃ ἢ περιεργάσητα[ι], |
ἁμαρτίαν ὀφ[ει]λέτω Μηνὶ Τυράννῳ, | |
ἣν οὐκ ἐξειλάσεται. διδότω κε̣- | |
face B right.12 | φαλὴ<ν> |
καὶ | |
πόδας <καὶ> | |
15 | στηθύ- |
νιον. |