Epitaph with a testament and an imprecation. Marble slab with raised border, in three joining pieces.
[ ]
Capp. — Archelais (Aksaray) — Yeşilova: Büyüktaşlı Höyük — ca. 50-150 AD — EA 34 (2002) 23-27 — EA 37 (2004) 95-100
See also:
| 1 | ταῦτα δὲ κελεύω τοῖς ὑπ’ ἐμοῦ ἠλευθερωμέ- |
| νοις ἐπὶ ταύτῃ τῇ αἱρέσι καὶ τοῖς ὑπ’ ἐμοῦ διατεταγ- | |
| μένοις ἐν ταῖς δυσὶ τάβλαις καὶ κωδικίλλοις, ὥστε | |
| τέκνα μὴ ἐκτίθεσθαι, ὥστε τὸ γένος τῶν ἀπελ- | |
| 5 | ευθέρων διὰ παντὸς συνεστάναι, καὶ τῇ ἐμῇ θή- |
| κῃ μηκέτι μηδεὶς ἐπιβαλλέσθω· ἐὰν δέ τις τῶν | |
| ἀπελευθέρων ἢ ἐγγόνων αὐτῶν ἢ ἀδικήσῃ ἢ | |
| ἀφέληταί τι αὐτῶν τῶν ὑπ’ ἐμοῦ δεδομμένω- | |
| ν ἢ βλάψῃ ἢ ἐνεπηριάσῃ, τοῦτον ἀποτείνειν | |
| 10 | τῇ ἐν Κομάνοις θεῷ κατ’ ἐνιαυτὸν παρθένου- |
| ς ἀφθόρους ἐννέα, πάλληκας ∙θʹ∙, ταύρους ∙θʹ∙ | |
| λευκοὺς χρυσοκέρωτας, ∙θʹ∙ βόα[ς θ]ηλείας, ∙θʹ∙ ἵπ- | |
| πους χρυσοχαλινώτους, τράγους λ[ε]υκοὺς ∙θʹ∙, | |
| αἶγας ∙θʹ∙, κρειοὺς χρυσομάλλους ∙θʹ∙, χελιδόνα- | |
| 15 | ς λευκὰς ∙θʹ∙· ταῦτα δὲ ἀναφερέτω Διὶ ἀπὸ Θυμ- |
| νάσων καὶ Διὶ Φαρνάουᾳ καὶ τῇ Ἀναΐτιδι καὶ | |
| μήθ’ οὕτως ἐξευμενίζοιντο οἱ προγεγραμ- | |
| μένοι θεοί· καὶ μήτε γῆ καρπὸν δοίη μήτε οὐρανὸς | |
| ὕδωρ μήτε ἥλιος φῶς, ἀλ<λ>’ ἔνοχον εἶναι ἱεροσυλία- | |
| 20 | ς· καὶ πανώλης καὶ ἐξώλης πρό<ρ>ριζος ἀπόλοιτο· τ- |
| αύτην τὴν τά[βλα]ν ἀνέθηκα ἐν τῷ τάφῳ μου. |