Epitaph of Marcus Paulinus Aelius Aurelius and family members, with a funerary fine. Sarcophagus of white marble. Now missing.
[ ]
Troas — Alexandreia Troas (Daylan, nr.) — 2nd c. AD — CIG 2.3582 — LBW 1036 — IGR 4.246
See also:
| 1 | ΜΑΡΚVΣ ΠΑVΛΙΝVΣ ΑΕΛΙVΣ ΑVΡΙΛΙVΣ, [υἱωνὸς μὲν] |
| Αἰλίου Ἀγαθόποδος ὀθονιακοῦ, υἱὸς δὲ Αὐρηλίου | |
| Παυλείνου, τοῦ καὶ γενομένου παγκρατιαστοῦ, οὗ | |
| καὶ ἐν τῷ Σμινθείῳ ἕστηκεν ἀνδριὰς καὶ ἐνθάδε ἐν τῷ | |
| 5 | Ἀσκληπείῳ, ἔθηκα τὴν σορὸν ἐμαυτῷ καὶ τῷ γλυκυτάτῳ μου |
| πατρὶ τῷ προγεγραμμένῳ Αὐρηλίῳ Παυλείνῳ καὶ τοῖς ἐκ τοῦ | |
| γένους μου· εἰ δέ τις τολμήσῃ ἀνοῖξαι ταύτην τὴν σορὸν καὶ νε- | |
| κρὸν ἀλλότριον ἢ ὀστέα τινος ἐνκαταθέσθαι, δώσει προστεί- | |
| μου τῇ Τρῳαδέων πόλει 𐆖 ͵βφʹ, καὶ τῷ ἱερωτάτῳ ταμείῳ 𐆖 ͵βφʹ. |