[ ] Att. — non-stoich. — 183/2
in corona:
1                            οἱ ὀργεῶνες
                           τοὺς ἐπιδε-
                           δωκότας.
[ἐπ]Ἑρ[μο]γέν[ο]υ ἄρχοντος· Μουνιχιῶνος ἀγορᾶι κυρίαι· Σίμων Σίμωνος Πόριος ε[ἶπεν]·
5 ἐπειδὴ συμβαίνει πλείω [ἀ]νηλώματα γείνεσθαι καὶ διὰ ταῦ[τα ἀξιοῦσιν]
αἱ ἀεὶ λανχάνουσαι ἱέρειαι διάταξίν τινα ἑα[υταῖς] γενέσθαι [ε]ὐσχήμονα
καθ’ ἣν λει[το]υργήσουσιν μηδεμι[ᾶ]ς [α][τ]α̣[ῖ]ς ἐπι[θ]έτ̣[ου] δαπάνης ἐπικειμένη[ς],
[γαθ]εῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν, τὴν λαχοῦσαν ἱέρειαν εἰς [τὸν] μετὰ [Ἑρ]-
μογένην ἄρχοντα ἐνιαυτόν, κατὰ ταὐτὰ δὲ καὶ τὰς λοιπὰς [σ]τ[ρω]ννύειν
10 θρόνους δύο [ὡς] καλλίστους, περιτιθέναι δὲ ταῖς φιαληφόροις καὶ τ[α][ς πε]-
ρὶ τὴν θεὸν οὔσαις ἐν τῶι ἀγερμ[ῶ]ι κόσμον ἀρ[γυροῦ]ν· [ἐὰ]ν [δ]ὲ παρὰ ταῦ-
τα ποιεῖ, κύριοι ἔ[σ]τωσαν οἱ ὀργεῶνες ζημιοῦντε[ς τὴ]ν [π]α[ρ]αβαίνουσά[ν]
τι τῶν γεγραμμένων μέχρι δραχμῶν π[εν]τήκον[τα κα]ὶ εἰσπραττ[όν]-
των τρόπωι ὅτωι ἂν [δύνωνται· μ]ὴ ἐξεῖναι δὲ μηθενὶ μηδ’ ἐπιψηφίσαι
15 τὸν εἰθισμένον ἔπαινον αὐταῖς· κύριοι δ’ ἔστωσαν καὶ τὸ φύλλον τ̣ά̣[ξ]α[ι]
ὑπὲρ τῆς ἀπειθούσης· καθιστάτω δὲ ἡ ἀεὶ λανχάνουσα ἱέρε[ια ζάκο]-
ρον ἐκ τῶν ἱερειῶν [τ]ῶν γεγενε<ι>ῶν π[ρ]ότερον, δ[ὶ]ς δὲ τὴν αὐ̣τ̣ὴ̣ν̣ [μὴ ἐξεῖ]-
ναι καταστῆσαι ἕωσς ἂν ἅπασαι διέλθωσιν, εἰ δ[ὲ μή], ἔν[οχ]ος ἔ[στω]
ἡ ἱέρεια τοῖς αὐτοῖς ἐπιτιμίοις. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τ[ὸν]
20 γραμματέα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῶι ἱερῶι.
                                  vacat 0.016
21 ἐπὶ Σωνίκου ἄρχοντος· Μουνιχιῶνος ἀγορᾶι κυρίαι·
ἔδοξεν τοῖς ὀργεῶσιν· [Κλ]έϊππος Αἰξωνεὺς εἶπεν·
ἐπειδὴ Μητροδώρα ἀ[ξι]ωθεῖσα ὑπὸ τῆς ἱερείας Ἀριστ[ο]-
δίκης τῆς γενομένης ἐπὶ Ἱπ<π>άκου ἄρχοντος ὥστε ζακο-
25 ρεῦσαι καὶ συνδιεξαγαγεῖν μετ’ αὐτῆς τὸν ἐνιαυτὸν ἐπέ-
δωκεν αὑτὴν καὶ συνδιεξῆγαγεν καλῶς καὶ εὐσχημόνως
καὶ εὐσεβῶς τὰ πρὸς τὴν θεὸν καὶ ἀνέγκλητον αὑτὴν παρε-
σκεύασεν [τ]αῖς τε ἰερείαις καὶ τοῖς ὀργεῶσιν, κατὰ ταὐτὰ δὲ [κ]αὶ
ἐπὶ Σωνίκου ἄ[ρχον]τ[ο]ς γενομένη<ς> ἱερείας Σιμάλης καὶ ἀξι-
30 ωσά[σης] ἐπιχωρῆσαι ἑαυτῆι τοὺς ὀργεῶνας ὥστε καταστ[ῆ]-
σαι ζάκορον Μητροδώραν καὶ ἐπιχωρησάντων αὐτῆι καὶ ταύ-
τηι συνδιεξήγαγεν τὴν ἱερωσύνην καλῶς καὶ εὐσχημό-
νως καὶ εὐσεβῶς τά τε πρὸς τὴν θεὸν καὶ τὰς ἱερέας καὶ τ[ο]ὺς <ὀργεῶνας>·
δι’ ὃ κ̣α̣ὶ φιλοτειμοῦνται αἱ ἱέρειαι τοῦ κατασταθῆναι αὐτὴ[ν]
35 διὰ βίου ζάκορον τεῖ θεῶι· ὅπως ἂν οὖν φαίνωνται π[λ]είστ[ην]
πρόνοιαν ποιούμενοι τῆς θεοῦ καὶ ἔχηι αὐτ[οῖς] καλῶς καὶ εὐσ[ε]-
[βῶς τὰ κατὰ τ]ὴν θεόν, ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν,
[τ]ὰ μὲν ἄλλα πάν̣τα π̣[ράττ]ειν κατὰ τὸ ψήφισμα ὃ Σίμων Πόριος
εἶπεν, καταστῆσαι [δ]ὲ τοὺς ὀργεῶνας ζάκορον τεῖ θεῶι διὰ [βίου]
40 Μητροδώραν καὶ λειτουργεῖν αὐτ[ὴν] ἀεὶ ταῖς γινομέναις
ἱερείαις παρεχομένην τὴν χρείαν καλῶς καὶ εὐσχημόνως
καὶ φροντίζουσαν ὅπως εὐσεβῶς ἔχηι τὰ κατὰ τὴν θεὸν κα[θὼς]
ἡ μήτηρ αὐτῆς Εὔα[ξ]ις διετέλεσεν τοῦτο πράττουσα. ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα εἰς τὴν στήλην τῶν ὀργεών[ων].
Search Help
Contact Us