[ ]
Att. — non-stoich. 32-41 — 175/4
| 1 | ἀγαθεῖ τύχει· ἐπὶ Σωνίκου ἄρχοντος, Μουνι- |
| χιῶνος ἀγορᾶι κυρίαι· Ὀνησίκριτος Διοκλέ- | |
| ους Πειραιεὺς εἶπεν· ἐπειδὴ Χαιρέας εὔνους ὢν | |
| διατελεῖ ἐν παντὶ καιρῶι τοῖς ὀργεῶσιν, κατα- | |
| 5 | σταθεὶς δὲ καὶ γραμματεὺς ὑπ’ αὐτῶν ἀπὸ |
| Θεοξένου ἄρχοντος οὐθὲν ἐνλέλοιπεν φιλο- | |
| τιμίας συναύξων τε διατετέλεκεν τοῖς ὀρ- | |
| γεῶσιν τὴν σύνοδον, πεφρόντικεν δὲ καὶ θερα- | |
| πήας τοῦ ἱεροῦ πλεονάκις, οὐκ ἀπολέλιπται δὲ | |
| 10 | οὐδ’ ἐν ἐπιδόσει οὐδεμιᾶι, εἰσήνενκεν δὲ καὶ |
| ψηφίσματα ἐπὶ τῶι συνφέροντι ἵνα συνσταλῶ- | |
| σιν αἱ λίαν ἄκαιροι δαπάναι, ἐφρόντισεν δὲ τοῦ καὶ | |
| τοὺς δημοτικοὺς μετέχειν τῶν δεδομένων ὑπὸ | |
| τῶν ὀργεώνων φιλανθρώπων, διατετέλεκεν δὲ καὶ | |
| 15 | συνλειτουργῶν ἐν τοῖς ἀγερμοῖς καὶ ταῖς στρωσε- |
| σιν ταῖς ἱερήαις, προευχρήστηκεν δὲ καὶ διάφορον | |
| πλεονάκις ἄτοκον ἀποδημοῦντος τοῦ ταμίου, ἐπαγ- | |
| γέλλεται δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον συνφροντι- | |
| εῖν εἰς ὃ ἂν αὐτὸν παρακαλῶσιν οἱ ὀργεῶνες· ἵνα οὖν | |
| 20 | ἐφάμιλλον ᾖ τοῖς ἀεὶ φιλοτιμουμένοις, εἰδότες ὅ- |
| τι χάριτας ἀξίας κομιοῦνται ὧν ἂν εὐεργετήσω- | |
| σιν, ἀγαθεῖ τύχει, δεδόχθαι τοῖς ὀργεῶσιν, ἐπαι- | |
| νέσαι Χαιρέαν Διονυσίου Ἀθμονέα καὶ στεφανῶ- | |
| σαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ | |
| 25 | εὐσεβήας εἴς τε τὰς θεὰς καὶ τοὺς ὀργεῶνας καὶ |
| ἀναγορεύειν τὸν στέφανον τῇ θυσίαι τοῦ Μουνιχι- | |
| ῶνος ὅταν καὶ τὰς ἱερείας, δοῦναι δὲ αὐτῶι καὶ ἰκό- | |
| νος ἀνάθεσιν ἐν τῶι ναῶι. ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
| σμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τεῖ αὐλεῖ | |
| 30 | τοῦ ἱεροῦ. |
| 30a | in corona: |
| 31 | οἱ ὀργεῶνες |
| Χαιρέαν | |
| Διονυσίου | |
| Ἀθμονέα. |