[ ]
Att. — non-stoich. — 185/4
| 1 | ἱερὰ Διονύσου. |
| ἀγαθεῖ τύχει· ὀργεῶνες· | |
| Διονύσιος Ἀγαθοκλέους Μαραθώνιος | |
| Ἀγαθοκλῆς Διονυσίου Μαραθώνιος | |
| 5 | Σόλων Ἑρμογένου Χολαργεύς |
| Ἐπιχάρης Κράτωνος Σκαμβωνίδης | |
| Ἰσοκράτης Σατύρου Κυδαθηναιεύς | |
| Ἄνδρων Σωσάνδρου Ἁμαξαντεύς | |
| Διονυσογένης Διονυσίου Παιανιεύς | |
| 10 | Σίμων Σίμωνος Πόριος |
| Φιλόστρατος Διονυσίου Πόριος | |
| Λέων Σίμου Ἐλαιούσιος | |
| Θεόδοτος Τιμησίωνος Φλυεύς | |
| Δίων Ἀντιλόχου Λαμπτρεύς | |
| 15 | Ἡρακλείδης Θεοδώρου Παιονίδης |
| Καλλικράτης Τιμησίωνος Κηφισιεύς | |
| Ἀπολλόδωρος Ἀπολλωνίου Λαμπτρεύς | |
| 17a | vacat 0.014 |
| 18 | ἀγαθεῖ τύχει· ἐ[πὶ] Εὐπολέμου ἄρχοντος, Ποσιδεῶνος ἀγορᾶι κυρίαι· ἔδοξεν τοῖς |
| [Διον]υσιασταῖς· Σόλων Ἑρμογένου Χολαργεὺς εἶπεν· ἐπειδὴ Διονύσιος Ἀγαθοκλέους | |
| 20 | [Μαραθώ]νιος κατασταθεὶς ταμίας ὑπὸ τῶν Διονυσιαστῶν πλείω ἔτη καὶ λαβὼν παρ’ αὐτῶν |
| [τὴν ἱερεωσ]ύνηγ τοῦ Διονύσου τόν τε νεὼ τοῦ θεοῦ κατεσκεύασεν καὶ ἐκόσμησεν πολλοῖς | |
| [καὶ καλοῖς ἀνα]θήμασιν καὶ εἰς ταῦτα ἀνήλωκεν οὐκ ὀλίον πλῆθος ἀργυρίου, ἐπέδω- | |
| [κεν δὲ καὶ εἰς τὸ κοι]νὸν δραχμὰς χιλίας ὅπως ἔχωσιν ἀπὸ τῆς προσόδου θύειν τῶι θεῶι κα- | |
| [τὰ μῆνα ἕκαστον κ]ατὰ τὰ πάτρια, παρεσκεύασεν δὲ τοῖς Διονυσιασταῖς ἵν’ ἔχωσιν χρᾶ- | |
| 25 | [σθαι αὐτοῖς καὶ χρυσώ]ματα καὶ ἀργυρώματα καὶ τὴν λοιπὴν χορηγίαν πᾶσαν τὴν δέο- |
| [υσαν εἰς τὰ ἱερὰ καὶ τόπον εἰ]ς ὃν συνιόντες καθ’ ἕκαστον μῆνα μεθέξουσιν τῶν ἱερῶν· | |
| [δεδόχθαι τοῖς ὀργεῶσιν], ἐπαινέσαι Διονύσιον Ἀγαθοκλέους Μαραθώνιον καὶ στεφα- | |
| [νῶσαι κιττοῦ στεφάνωι κ]ατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ καλοκαγαθίας καὶ εὐ- | |
| [νοίας εἰς αὐτούς, καὶ ἀναγορεῦ]σαι τὸν στέφανον τοῦτον μετὰ τὸ τὰς σπονδὰς ποιή- | |
| 30 | [σασθαι ὅταν συντελεσθῆι τ]ὰ ἱερὰ τοῖς ὀργεῶσιν ἐν τεῖ πρώτει συνόδωι. ἀναγρά- |
| [ψαι δὲ τὸ ψήφισμα τόδε ἐν στήλει λιθί]νει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ θεοῦ, εἰς δὲ τὴν ἀ- | |
| [ναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης με]ρίσαι τὸ γενόμενον ἀνάλωμα τὸν ταμίαν. ταῦ- | |
| [τα Σόλων εἶπεν]. | |
| — — — — — — — — — — — — — — — —ῶνος ἀγορᾶι κυρίαι· ἔδοξεν τοῖς Διονυσια- | |
| 35 | [σταῖς — — — — — — — — — — — εἶπεν· ἐ]πειδὴ Σόλων Ἑρμογέν[ου Χ]ολαργεὺς κατα- |
| [σταθεὶς — — — — — — — — — — — — — —]ν ἐφρόντισεν ὅπως ἐπα[υξ]ηθῶσιν | |
| — — — — — — — — — — — — — — — — — — ς καὶ ἀόκνως οὐδεμίαν κα[κοπά]- | |
| [θιαν ὑποστελλόμενος — — — — — — — — — — — —]ομως τὸ ἱερὸν τ[οῦ θεοῦ — —] | |
| — — — — — — — — — — — — — — — — — — — — — ομενον αρ — — — — — — |