Honorific inscription for the priest Herakleitos Eudemos Demetrios and his family. Two fragments of a marble block.
[ ]
Caria — Lagina — aft. 12 AD — EA 29 (1997) 91, 10 — AnnÉp (1997) 1468 — SEG 47.1585; 52.1061 (cf.)
| frg. A.1 | [ὁ δῆμος καὶ ἡ βουλὴ ἐτείμησαν τοὺς ἱερέας καὶ τοὺς] π̣ανοικίους |
| [αὐτῶν Ἡράκλειτον Ἀπολλωνίδου τοῦ Δημητρίου Εὔδημον Δημ]ήτριον Ἱε(ροκωμήτην) | |
| [ἱερέα διὰ βίου τῆς βουλῆς καὶ τὴν γυναῖκα αὐτοῦ Τατάριον Μυωνίδου] Πολυνείκην | |
| [τὴν καὶ Ἀπφίαν Λο(βολδίδα) ἱέριαν διὰ βίου τῆς ἐν Παναμάροις Ἀρτέμιδος καὶ τ]ῶν συνκαθει- | |
| 5 | [δρυμένων αὐτῇ θεῶν, ἱερατεύσαντας δὲ τῆς μεγίστης καὶ ἐπιφανεστ]ά̣της θεᾶς Ἑκάτης |
| [ἐξ ἐπανγελίας εὐσεβῶς καὶ φιλοδόξως παρ’ ὅλον τὸν ἐνιαυτὸν καὶ μετ]ὰ̣ τῶν ἄλλων δόντας ἐ̣ν̣ | |
| [τοῖς γενεθλίοις ἑκάστῳ τῶν πολειτῶν ἀνὰ δραχμὰς τρῖς καὶ Ῥωμαίοι]ς καὶ παροίκοις κ[αὶ] | |
| frg. B.8 | ξέ[ν]οις π[λείστοις δίς(?), θέντας δὲ καὶ ἔλαιον δρακτοῖς καὶ ἐπαλείμματα] |
| πάσῃ τύχῃ καὶ ἡλικίᾳ ἀ̣[διαλείπτως, ποιησαμένους δὲ καὶ ἀποστολάς, ποιήσαντας] | |
| 10 | πάντα μεγάλως καὶ φιλο[δόξως δι’ ὅλου τοῦ ἔτους, χαρισαμένους δὲ] |
| καὶ τοῖς θύουσιν τὰ γέρα, [ἱερατε]ύσ[αντας δὲ διὰ βίου καὶ Μάρκου] | |
| Ἀγρίππα εὐσεβῶς μὲν πρὸς τοὺς [θεούς, φιλοτείμως δὲ καὶ μεγαλοφρόνως] | |
| πρός τε τοὺς πολείτας καὶ τοὺς ἄ̣[λλους κατοικοῦντας τὴν πόλιν, δόντας ἀνὰ] | |
| δραχμὰς δύο· ἐτείμησαν δὲ ὁ [δῆμος καὶ ἡ βουλὴ Ἀπολλωνίδην Δημητρίου] | |
| 15 | τὸν καὶ Ἑρμίαν κ̣[αὶ Μυωνί]δ̣η̣ν̣ [Δημητρίου Δαμύλαν τὸν καὶ Μενεκλέα Ἱε(ροκωμήτας)] |
| [τοὺς υἱοὺς αὐτῶν, ἰαχοῦντας ἐν πᾶσιν τοῖς τοῦ Διονύσου μυστηρίοις] | |
| [καλῶς καὶ φιλοδόξως (κτλ.) — — — — — — — — — — — — — — —] | |