Second honorific decree for A. Aemilius Zosimos.  Sacred Hall, west wall; inscription in five columns.
[ ] Ionia — Priene — aft. 84 BC — IvPriene (1906) 113 + p. 311
See also:
col. XXVII.1 [ἐπὶ στεφανηφόρου Ποπλίου Ἡ․․․․․․․․․․νο]ῦ̣,
[μηνὸς Μεταγειτνιῶνος δωδεκάτηι?· ἐτί]μ̣η-
[σεν ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον Αἰμίλ]ι-
[ον Σέξτου Ζώσιμον στεφάνωι χρυσέωι] ἀ̣ρισ-
5 [τείωι καὶ εἰκόσι γραπτῆι τε καὶ χαλκῆι καὶ χρ]υ̣-
σῆι καὶ μαρμαρ[ίνηι κ]α̣ὶ σειτήσει ἐν πρυτανεί-
ωι καὶ ἐμ Πανιωνίωι καὶ μετουσίᾳ τῶν συντε-
λουμένων ἱερῶν καὶ θυσιῶν ἐν τῆι βουλῆι,
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑατόν·
                           vacat
10 [π]ὶ Ποπλίου Ἡ̣[․․․․․․․․․․]ν̣ο̣[υ — — — — — — — ἔδοξε τῆι βουλῆι καὶ τῶι]
δήμωι· Δημέας Δημέου εἶπε[ν· ἐπειδὴ Αὖλος Αἰμίλιος Σέξτου Ζώσιμος καλὸς ὢν]
καὶ ἀγαθ[ὸς] ἀνὴρ πεποίηται μὲν̣ [— — — — — — — — — — — — — — — — — — —]
[․․] ὅ̣πως αὐτοῦ τὴν κρίσιν οὐ βασ̣[․․․․․ τὴ]ν προθυμίαν ἠδυνήθη σ̣[․․]δ̣?[․․․․․ δι]-
α̣[ν]οεῖ̣[σθαι] καὶ ἄρ[ξ]ασθαι πρῶτος τῆς εἰς [τὴν π]όλιν χάριτος, ἐσκέψατο δι’ ὧν <τὸ> πλῆθος τὴν
15 πρὸς τοὺς εὖ διατιθέντας φυλάσσε̣[ι] μ[ν]ήμην· γραμματεὺς γὰρ γενόμενος τῆς
[β]ο[υ]λῆς καὶ <τοῦ> δήμου τῆς τε λειτουργίας ἐπιμελῶς προέστηι καὶ τῆς εἰς τὰ δημόσια
[γ]ρά[μ]ματα δαπάνης οὐχ ὑπεστείλατο, τὸν κοινὸν καὶ τὸν ἴδιον ἑκάστου βίον ἀσφαλισά-
μενο[ς δ]ιὰ τῆς ἐν τοῖς δερματίνοις βυ[β]λίοις ἀναγραφῆς· λαβὼν δὲ μετὰ τὴν
col. XXVIII.19 ἀρχὴν ταύτην καὶ <τὴν> γυμνασιαρχίαν τ̣[ῶν νέων ․․․․․․․․․․․ τῶι τε κόσ]-
20 μωι καὶ τοῖς ἀναλώμασιν μεγαλομερῆ [ἑαυτὸν ἐμ πᾶσιν ἀπέδει]-
ξεν, ὥστε μὴ τὸ σύστεμα μόνον τῶν εὖ [παθόντων, ἀλλὰ καὶ τὸν πάντα]
δῆμον ταῖς ἀξίαις αὐτὸν ἀμείψασθαι τι[μαῖς — — — — — — — — — —]
πα̣[ρὰ τὴ]ν ἐπὶ τοῖς πρώτοις ἐκκτένειαν {²⁶ἐκτένειαν}²⁶ λ̣[— — — — —]
[․․․․․․․․]ου καὶ τοὺς παῖδας μὴ μόνον ἀ[— — — — — — — — — —]
25 [․․․․․․․ με]τασχεῖ[ν, εἰ]σάγ[ειν] δὲ εἰς τὴν [— — — — — — — — —]
τοὺ[ς ․․․․․]ντας ἐφρόντισεν εὐκοσμίας, τοὺς μὲν παιδευτὰς συ[νεργ]ά-
τας ποησάμενος ἑαυτοῦ, τὴν δὲ ἰδίαν εὐσχημοσύνην κοινο[πο]η-
σάμενος ἐκείνοις· ἔθηκεν δὲ καὶ ἁμίλλης ἀγῶνας τῶν τε ἐκ φιλολ[ο]γί-
ας μαθημάτων καὶ γυμνικῆς ἐνεργείας, λαβὼν μὲν παρὰ τῶν πα[ιδε]υ-
30 τῶν τ̣ὰς ἐννόμους τούτων ἀποδείξεις, δοὺς δὲ ἑκάστωι καὶ τὸ ὑ[πὲρ]
τῆς φιλοπονίας ἔπαθλον· τυχὼν δὲ ἐπὶ τούτοις τῆς ἐνγράφου μ[αρτυ]-
ρίας τὸν μὲν δῆμον εὗρεν εἰς τὴν τῶν ὁμοίων ἀμοιβὴν οὐκ ἀ[λλ]έ-
τριον, αὐτὸς δὲ τὴν πεῖραν ἔλαβεν οὐ ψευδῆ τῶν ἐννοηθέντω[ν κ]α-
λῶς· κρίνας δὲ μηδὲν εἰς τὸν μετὰ ταῦτα τῶν προγεγονότ[ων π]ο-
35 εῖν ἧσον, οὐδὲ τὸν ὑστεροῦντα καιρὸν ἤασεν ἀφ[ρόντιστον],
ἀλλ[ὰ] χειροτονηθεὶς στεφανηφόρος εἰς τὸν ἐ̣ν̣ι̣[αυτὸν τὸν μετὰ ․․]
[․․․․․․․․ ἐπηνγ]είλατο μὲν εὐθέω̣ς ἐν ταῖς [ἀρχαιρ]εσίαις ἐνγ̣ράφως πα̣ρ[α]-
[καλέσειν ἐν τῆ]ι τῆς εἰσόδου ἡμέραι τούς τε πολίτας πάντας καὶ πα-
[ροίκους καὶ κατοίκ]ους καὶ Ῥωμαίους καὶ ξένους καὶ δούλους, τάς τε θυσίας τὰς
40 εἰθισμέ[νας καὶ τ]ὰ̣ς πατρίους τοῖς τῆς πόλεως πα[ρ]αστήσειν θεοῖς, τούς
τε ἐλευθέρους παῖδας καὶ τοὺς ἐφήβους ἀκρατιεῖν, τό τε μετὰ τὸν πόλε-
μον μὴ γεγονὸς ποήσειν, δειπνιεῖν γὰρ τοὺς πο[λ]ίτας πάντας κατὰ φυ-
λὰς καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ κατ̣ο̣ίκων καὶ Ῥωμαίους πάντας
καὶ τοὺς παρεπιδημοῦντας Ἀθηναίων τε καὶ Θηβαίω̣ν καὶ Ῥοδίων καὶ Μιλη-
45 σίων καὶ Μαγνήτων καὶ Σα[μί]ων καὶ Ἐφεσίω[ν], ἔτι δὲ καὶ Τραλλιανῶν
{²one block missing with 7 lines of text}²
col. XXIX.53 διὰ τῶν ε̣[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ἀναλαβὼν δὲ τὴν σ]τεφανηφο-
ρίαν τῆι νουμηνίαι το[ῦ Βοη]δρομιῶν[ος — — — εἰς τὴ]ν οἰκίαν πρὸς τὴν τοῦ ἀκρατίσ-
55 ματος φιλανθρωπίαν τὴ[ν π]ρώτην τ[ῆς ἀρχῆς ἡμέρ]αν κοινοποησάμενος πᾶσιν
ἐπ’ ἴσον, ἐν ᾗ καὶ δούλου τύχη[ν] καὶ ξένου χρ[ηματισμὸ]ν ἦν ἐν ἐλαχίστῳ τίθεσθαι· τούς
τε παῖδας καὶ τοὺς ἐφήβους κα[λ]έσας ἐπὶ τὴν τ[ούτω]ν μετάδοσιν ἐτελήωσεν
τὸ κατὰ τὴν ἐπαγγελίαν εἶδος [κ]ατακλείνας τε πάν[τ]ας τοὺς διὰ τῆς ἐπανγελί-
ας ἐπὶ τὰ δῖπνα κληθέντας ἐ[ν τ]ῆι ἱερᾶι στοᾶι τῇ ἐ[ν] τῆι ἀγορᾶι· δαψιλῆ μὲν
60 ἐποήσατο τὴν τῶν χορηγο[υμ]ένων ὑπηρε[σί]αν, μόνος δὲ μετὰ τὸν πό-
λεμον ἐν τῆι στεφανηφορία[ι πάνδ]η̣μον εὐωχία[ν ἐ]πετελέσατο, τοῖς μὲν ἀπὸ
τῆς θυσίας εἰς τὴν ὑποδο[χὴν χρησάμεν]ος, [ο]ὐδὲν <τῶν> ἀνηκόντων εἰς
κοιν[ὴν ὠφέλει]αν ὑπο[στειλάμ]ενος· κα[․․․․․]εις δὲ μὴ μόνον τὰ πρὸς
ἡδον[ὴν καὶ — —, ἀλλὰ καὶ τὰ πρ]ὸς̣ ἀπάτην χορηγῆσαι, [ἀκροάματα]
65 μὲν ἀπὸ τῆς [ξένης μι]σ̣θωσάμενος καὶ τὸν δυνάμενον τῇ τ̣[έχνῃ ψυχα]-
γωγῆσαι παντόμιμ[ο]ν̣ [Πλ]ουτογένην, ἐπιδιξάμενος δ’ αὐτὸν ἐπὶ τ[ρεῖς?]
ἡμέρας ἀβέβηλον καὶ τῆς τοιαύτης ἐπιθυμίας τόν τε καιρὸν [ἐποίησεν]·
θεωρῶν δὲ καὶ βίον ἰδιώτου καὶ πόλεως διατηρουμένην ὁμ[όνο]ιαν ἐ-
κ τῆς εἰς τοὺς θεοὺς [εὐ]σεβήας ἐκαλλιέρησεν ὑπὲρ τοῦ δήμου κα[τ]ὰ μῆνα τῶι
70 Διὶ τῶι Ὀλυμπίωι κα[ὶ τ]ῆι Ἥραι, θυσίας τὰς πρεπούσας παραστήσας· ὡς δὲ τὰ μὲν
προεπ̣ηγγελμέν[α] τέλος ἔσχεν αὐτῶι βεβαιοῦντα τὴν ἀρχὴν [τ]οῦ ἐνι-
αυτοῦ, τελειῶν δ’ ὁ μετὰ ταῦτα χρόνος ἐθεωρεῖτο πρὸς τὴν εἰς τὸ πλῆ-
col. XXX.73 [θος] ἀρέσκειαν, οὐδὲ τοὺς μετὰ ταῦτα καιροὺς ἀχορηγήτους ἔασεν γενέσ-
[θαι, ἀ]λλὰ τὰς μὲν δημοτελεῖς καὶ κοινὰς ἑορτὰς ἐπισημοτέρας μᾶλλον
75 [ἐπό]ησε ταῖς εἰς ἀνθρώπους χάρισι, τοὺς δὲ ταύταις χρωμένους ἐδιπλασί-
[ασε] ταῖς εὐποΐαις, παρέχων λουτρόν τε δωρεὰν ἐν αὐταῖς τοῖς τε πολίταις
[πᾶσι]ν καὶ παροίκοις καὶ κατοίκοις καὶ ξένοις καὶ Ῥωμαίοις κ<α>ὶ τοῖς τούτων οἰκέ-
[ταις], τιθεὶς δὲ ἐπὶ τοῦ βαλανείου καὶ ἔλαιον καὶ ἐπάλιμμα· τοῦ τε ἐξελη-
[λυθ]ότ̣ος ἐνιαυτοῦ τὰς ἀγ̣ομένας [τ]ῶι Διονύσωι μὴ ἔχοντος τριετηρίδας,
80 [ὠι]δόν τε καὶ χορα[ύλην κ]α̣ὶ κιθαρῳδὸν ἐπὶ ἡμέρας δ[ύο, τ]οῦ τε μηνὸς τοῦ
Ἀρτεμισιῶνος τῆι δ[ω]δ̣εκάτηι παραστήσας τὴν εἰθισμένη[ν] γείνεσθαι τῶι Διὶ
τῶι Κεραυνίωι θυσίαν μετέδωκεν μὲν τῶν ἱερῶν τοῖ[ς] τε πολίταις καὶ παροί-
κοις καὶ κατοίκοις καὶ ξέν̣οις καὶ Ῥωμαίοις καὶ δούλοις, τοὺς δε β[ο]υ̣λευτὰς καὶ τὰς συναρχί-
ας καὶ ἐδείπνισεν ἐν τῷ [τ]οῦ θεοῦ τόπωι· ἔν τε τῇ τῶν Παναθ[η]ναίων ἑορτῆι
85 παραστήσας βοϊκὴν θυσίαν τῆι Ἀθηνᾷ τῇ Πολιάδι καὶ καλ[λ]ιερήσας ὑπέρ τε τῆς
κοινῆς ὁμονοίας καὶ [τ]ῆς ἐπὶ τὸ βέλτιον τοῦ δήμου κατασστάσεως τοῖς ἀπὸ τῆς
ἱερουργίας οὐκ εἰς ἰδίαν κατεχρήσατο δαπάνην, ἀλλὰ τήν [τ]ε βουλὴν καὶ τὰς συν-
αρχίας ἐν τῶι Βιαντείω̣ι κατακλείνας ἐποιήσατο τὴν εἰς α̣ὐτοὺς χορηγίαν δα-
ψιλῆι καὶ τῆς ἑαυτοῦ μεγαλοψυχίας ἀξίαν· καθόλου δ̣ὲ̣ [πρό]θυμον ἔν τ̣ε̣ ταῖς
90 [προαιρέ]σ̣ε̣σιν καὶ τῆι πρὸς τὴν πόλιν εὐνοίαι π[αρεχόμενος ἑαυτ]ὸν̣ [ἀ]νέλ-
[λειπτο]ς̣ εἶναι βούλεται πρὸς τὰς κοινὰς καὶ κατεπιγούσας ὑπηρεσία[ς], ἐ̣πήνγελ-
[ται δὲ ἀ]ναθήσειν καὶ τὴν κατὰ τὸν νόμον ὀφείλουσαν ἀνατίθεσθαι φιέλην
[στεφανη]φορικὴν τῶι Διὶ τῶι Ὀλυμπίωι χάριν τοῦ καὶ <τὸ> τούτου τοῦ θεοῦ κεκοσ-
[μῆσθ]αι δι[ὰ τ][ς] αὐτοῦ φιλαγαθίας ἱερόν· καθῆκον δέ ἐστιν αὐτὸν ἐπὶ τού-
95 τοις τοῦ πρέποντος τυχεῖν ἐπαίνου, δεδόχθαι τῇ βουλῆι κα[ὶ] τῶι δή-
μωι· ἐπῃνῆσθαι μὲν Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον ἐπὶ τοῖ[ς] π̣ρογε-
γραμμένοις πᾶσιν καὶ ἐστεφανῶσθαι χρυσέωι στεφάνωι ἀριστήωι·
τετιμῆσθαι δὲ καὶ εἰκόσιν γραπτῆι τε καὶ χαλκῇ καὶ χρυσῇ καὶ μαρμαρίνῃ,
col. XXXI.99 ὧ̣[ν] κ̣αὶ τὴν ἀ[νάθε]σιν γενέσθα̣ι [ἐν τ]οῖς ἐπισημοτάτοις
100 τῆς πόλεως τόποις, καὶ ἐπιγράψαι ἐπ’ αὐτῶν· «ὁ δῆμος Αὖλον Αἰμί-
λιον Σέξτου Ζώσιμον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑ-
τόν»· στεφανωθῆναι δὲ αὐτὸν στεφάνωι χρυσέωι ἀριστείωι ὑπὸ
τοῦ δήμου ἐν τοῖς Διονυσείοις ἀρετῆς ἕνεκεν καὶ φιλαγαθίας
τῆς εἰς τὸν δῆμον· καὶ ἵνα οἱ ἀποδειχθησόμενοι ἐν ἀρχερεσίαι[ς]
105 ἀγωνοθέται καὶ ὁ γραμματεὺς τῆς βουλῆς καὶ τοῦ δήμου οι̣[— —]-
ται ὅπως ἐν τοῖς Διουσίοις τῶι] ἀ̣γῶνι τῶι παιδικῶι, ὅταν
ὁ δῆμος συντελῆι τὰς πατρίους τῶι Διονύσωι σπονδάς, ἡ ἀ-
νανγελία γείνηται τοῦ προειρημένου στεφάνου· ὑπάρχηι δὲ
αὐτῶι καὶ σίτησις ἐν πρυτανείωι κ̣αὶ ἐν Πανιωνίωι καὶ μετουσί-
110 α τῶν συντελουμένων ἱερῶν καὶ θυσιῶν ἐν τῆι βουλῆι· ὅταν
τε μεταλλάξῃ, στεφανωθῆι ἐπὶ τῆς ἐκφορᾶς ὑπὸ τοῦ δήμου στεφάνωι
χρυσέωι, ἀναγορευθῶσιν δὲ καὶ οἱ στέφανοι ὅ τε τῆς πόλεως καὶ
οἱ λοιποὶ οἱ παρὰ τῶν βουληθέν[τ]ων στεφανῶσαι αὐτὸν ὑπὸ τοῦ
ἱεροκήρυκος ἐν τῆι ἀγορᾶι· συν[ακο]λουθῆσαι δὲ τῆι ἐκφορᾶι τόν
115 τε γυμνασίαρχον μετὰ τῶν ἐ̣[φήβω]ν καὶ νέων [καὶ τὸ]ν παιδονόμον
μετὰ τῶν παίδων καὶ τοὺς στ[ρ]ατηγοὺς μετὰ τ[ῶν ἄλλων πο]λιτῶν·
ἐξεῖναι δὲ στεφανοῦν ἐπὶ τῆς ἐκφορᾶς Αὖλον κα[ὶ ἄλλους το]ὺς καὶ βου-
λομένους· ἕνεκεν δὲ τοῦ τήν τε Αὔλου εἰς τὸν δῆ̣[μον εὔ]νοιαν
καὶ φιλαγαθίαν φανερὰν ὑπάρχειν καὶ τὴν ἐκ τῆς [πόλεως] εἰς αὐτὸν
120 ἀμοιβήν, ἀναγράψαι δὲ τόδε ψήφισμα οὗ ἂν συνκριθῇ ἐν τῆι ἱερᾶι
στοᾶι τῆι ἐν τῆι ἀγορᾶι ἐν τῶι εὐθέτωι τόπῳ· ἀναγράψαι δ[ὲ] καὶ τὰς
πρότερον δεδομένας αὐτῶι ὑπὸ τοῦ δήμ[ο]υ τιμάς.
Search Help
Contact Us