Second honorific decree for A. Aemilius Zosimos. Sacred Hall, west wall; inscription in five columns.
| col. XXVII.1 | [ἐπὶ στεφανηφόρου Ποπλίου Ἡ․․․․․․․․․․νο]ῦ̣, |
| [μηνὸς Μεταγειτνιῶνος δωδεκάτηι?· ἐτί]μ̣η- | |
| [σεν ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον Αἰμίλ]ι- | |
| [ον Σέξτου Ζώσιμον στεφάνωι χρυσέωι] ἀ̣ρισ- | |
| 5 | [τείωι καὶ εἰκόσι γραπτῆι τε καὶ χαλκῆι καὶ χρ]υ̣- |
| σῆι καὶ μαρμαρ[ίνηι κ]α̣ὶ σειτήσει ἐν πρυτανεί- | |
| ωι καὶ ἐμ Πανιωνίωι καὶ μετουσίᾳ τῶν συντε- | |
| λουμένων ἱερῶν καὶ θυσιῶν ἐν τῆι βουλῆι, | |
| ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑατόν· | |
| vacat | |
| 10 | ἐ[π]ὶ Ποπλίου Ἡ̣[․․․․․․․․․․]ν̣ο̣[υ — — — — — — — ἔδοξε τῆι βουλῆι καὶ τῶι] |
| δήμωι· Δημέας Δημέου εἶπε[ν· ἐπειδὴ Αὖλος Αἰμίλιος Σέξτου Ζώσιμος καλὸς ὢν] | |
| καὶ ἀγαθ[ὸς] ἀνὴρ πεποίηται μὲν̣ [— — — — — — — — — — — — — — — — — — —] | |
| [․․] ὅ̣πως αὐτοῦ τὴν κρίσιν οὐ βασ̣[․․․․․ τὴ]ν προθυμίαν ἠδυνήθη σ̣[․․]δ̣?[․․․․․ δι]- | |
| α̣[ν]οεῖ̣[σθαι] καὶ ἄρ[ξ]ασθαι πρῶτος τῆς εἰς [τὴν π]όλιν χάριτος, ἐσκέψατο δι’ ὧν <τὸ> πλῆθος τὴν | |
| 15 | πρὸς τοὺς εὖ διατιθέντας φυλάσσε̣[ι] μ[ν]ήμην· γραμματεὺς γὰρ γενόμενος τῆς |
| [β]ο[υ]λῆς καὶ <τοῦ> δήμου τῆς τε λειτουργίας ἐπιμελῶς προέστηι καὶ τῆς εἰς τὰ δημόσια | |
| [γ]ρά[μ]ματα δαπάνης οὐχ ὑπεστείλατο, τὸν κοινὸν καὶ τὸν ἴδιον ἑκάστου βίον ἀσφαλισά- | |
| μενο[ς δ]ιὰ τῆς ἐν τοῖς δερματίνοις βυ[β]λίοις ἀναγραφῆς· λαβὼν δὲ μετὰ τὴν | |
| col. XXVIII.19 | ἀρχὴν ταύτην καὶ <τὴν> γυμνασιαρχίαν τ̣[ῶν νέων ․․․․․․․․․․․ τῶι τε κόσ]- |
| 20 | μωι καὶ τοῖς ἀναλώμασιν μεγαλομερῆ [ἑαυτὸν ἐμ πᾶσιν ἀπέδει]- |
| ξεν, ὥστε μὴ τὸ σύστεμα μόνον τῶν εὖ [παθόντων, ἀλλὰ καὶ τὸν πάντα] | |
| δῆμον ταῖς ἀξίαις αὐτὸν ἀμείψασθαι τι[μαῖς — — — — — — — — — —] | |
| πα̣[ρὰ τὴ]ν ἐπὶ τοῖς πρώτοις ἐκκτένειαν {²⁶ἐκτένειαν}²⁶ λ̣[— — — — —] | |
| [․․․․․․․․]ου καὶ τοὺς παῖδας μὴ μόνον ἀ[— — — — — — — — — —] | |
| 25 | [․․․․․․․ με]τασχεῖ[ν, εἰ]σάγ[ειν] δὲ εἰς τὴν [— — — — — — — — —] |
| τοὺ[ς ․․․․․]ντας ἐφρόντισεν εὐκοσμίας, τοὺς μὲν παιδευτὰς συ[νεργ]ά- | |
| τας ποησάμενος ἑαυτοῦ, τὴν δὲ ἰδίαν εὐσχημοσύνην κοινο[πο]η- | |
| σάμενος ἐκείνοις· ἔθηκεν δὲ καὶ ἁμίλλης ἀγῶνας τῶν τε ἐκ φιλολ[ο]γί- | |
| ας μαθημάτων καὶ γυμνικῆς ἐνεργείας, λαβὼν μὲν παρὰ τῶν πα[ιδε]υ- | |
| 30 | τῶν τ̣ὰς ἐννόμους τούτων ἀποδείξεις, δοὺς δὲ ἑκάστωι καὶ τὸ ὑ[πὲρ] |
| τῆς φιλοπονίας ἔπαθλον· τυχὼν δὲ ἐπὶ τούτοις τῆς ἐνγράφου μ[αρτυ]- | |
| ρίας τὸν μὲν δῆμον εὗρεν εἰς τὴν τῶν ὁμοίων ἀμοιβὴν οὐκ ἀ[λλ]έ- | |
| τριον, αὐτὸς δὲ τὴν πεῖραν ἔλαβεν οὐ ψευδῆ τῶν ἐννοηθέντω[ν κ]α- | |
| λῶς· κρίνας δὲ μηδὲν εἰς τὸν μετὰ ταῦτα τῶν προγεγονότ[ων π]ο- | |
| 35 | εῖν ἧσον, οὐδὲ τὸν ὑστεροῦντα καιρὸν ἤασεν ἀφ[ρόντιστον], |
| ἀλλ[ὰ] χειροτονηθεὶς στεφανηφόρος εἰς τὸν ἐ̣ν̣ι̣[αυτὸν τὸν μετὰ ․․] | |
| [․․․․․․․․ ἐπηνγ]είλατο μὲν εὐθέω̣ς ἐν ταῖς [ἀρχαιρ]εσίαις ἐνγ̣ράφως πα̣ρ[α]- | |
| [καλέσειν ἐν τῆ]ι τῆς εἰσόδου ἡμέραι τούς τε πολίτας πάντας καὶ πα- | |
| [ροίκους καὶ κατοίκ]ους καὶ Ῥωμαίους καὶ ξένους καὶ δούλους, τάς τε θυσίας τὰς | |
| 40 | εἰθισμέ[νας καὶ τ]ὰ̣ς πατρίους τοῖς τῆς πόλεως πα[ρ]αστήσειν θεοῖς, τούς |
| τε ἐλευθέρους παῖδας καὶ τοὺς ἐφήβους ἀκρατιεῖν, τό τε μετὰ τὸν πόλε- | |
| μον μὴ γεγονὸς ποήσειν, δειπνιεῖν γὰρ τοὺς πο[λ]ίτας πάντας κατὰ φυ- | |
| λὰς καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ κατ̣ο̣ίκων καὶ Ῥωμαίους πάντας | |
| καὶ τοὺς παρεπιδημοῦντας Ἀθηναίων τε καὶ Θηβαίω̣ν καὶ Ῥοδίων καὶ Μιλη- | |
| 45 | σίων καὶ Μαγνήτων καὶ Σα[μί]ων καὶ Ἐφεσίω[ν], ἔτι δὲ καὶ Τραλλιανῶν |
| {²one block missing with 7 lines of text}² | |
| col. XXIX.53 | διὰ τῶν ε̣[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ἀναλαβὼν δὲ τὴν σ]τεφανηφο- |
| ρίαν τῆι νουμηνίαι το[ῦ Βοη]δρομιῶν[ος — — — εἰς τὴ]ν οἰκίαν πρὸς τὴν τοῦ ἀκρατίσ- | |
| 55 | ματος φιλανθρωπίαν τὴ[ν π]ρώτην τ[ῆς ἀρχῆς ἡμέρ]αν κοινοποησάμενος πᾶσιν |
| ἐπ’ ἴσον, ἐν ᾗ καὶ δούλου τύχη[ν] καὶ ξένου χρ[ηματισμὸ]ν ἦν ἐν ἐλαχίστῳ τίθεσθαι· τούς | |
| τε παῖδας καὶ τοὺς ἐφήβους κα[λ]έσας ἐπὶ τὴν τ[ούτω]ν μετάδοσιν ἐτελήωσεν | |
| τὸ κατὰ τὴν ἐπαγγελίαν εἶδος [κ]ατακλείνας τε πάν[τ]ας τοὺς διὰ τῆς ἐπανγελί- | |
| ας ἐπὶ τὰ δῖπνα κληθέντας ἐ[ν τ]ῆι ἱερᾶι στοᾶι τῇ ἐ[ν] τῆι ἀγορᾶι· δαψιλῆ μὲν | |
| 60 | ἐποήσατο τὴν τῶν χορηγο[υμ]ένων ὑπηρε[σί]αν, μόνος δὲ μετὰ τὸν πό- |
| λεμον ἐν τῆι στεφανηφορία[ι πάνδ]η̣μον εὐωχία[ν ἐ]πετελέσατο, τοῖς μὲν ἀπὸ | |
| τῆς θυσίας εἰς τὴν ὑποδο[χὴν χρησάμεν]ος, [ο]ὐδὲν <τῶν> ἀνηκόντων εἰς | |
| κοιν[ὴν ὠφέλει]αν ὑπο[στειλάμ]ενος· κα[․․․․․]εις δὲ μὴ μόνον τὰ πρὸς | |
| ἡδον[ὴν καὶ — —, ἀλλὰ καὶ τὰ πρ]ὸς̣ ἀπάτην χορηγῆσαι, [ἀκροάματα] | |
| 65 | μὲν ἀπὸ τῆς [ξένης μι]σ̣θωσάμενος καὶ τὸν δυνάμενον τῇ τ̣[έχνῃ ψυχα]- |
| γωγῆσαι παντόμιμ[ο]ν̣ [Πλ]ουτογένην, ἐπιδιξάμενος δ’ αὐτὸν ἐπὶ τ[ρεῖς?] | |
| ἡμέρας ἀβέβηλον καὶ τῆς τοιαύτης ἐπιθυμίας τόν τε καιρὸν [ἐποίησεν]· | |
| θεωρῶν δὲ καὶ βίον ἰδιώτου καὶ πόλεως διατηρουμένην ὁμ[όνο]ιαν ἐ- | |
| κ τῆς εἰς τοὺς θεοὺς [εὐ]σεβήας ἐκαλλιέρησεν ὑπὲρ τοῦ δήμου κα[τ]ὰ μῆνα τῶι | |
| 70 | Διὶ τῶι Ὀλυμπίωι κα[ὶ τ]ῆι Ἥραι, θυσίας τὰς πρεπούσας παραστήσας· ὡς δὲ τὰ μὲν |
| προεπ̣ηγγελμέν[α] τέλος ἔσχεν αὐτῶι βεβαιοῦντα τὴν ἀρχὴν [τ]οῦ ἐνι- | |
| αυτοῦ, τελειῶν δ’ ὁ μετὰ ταῦτα χρόνος ἐθεωρεῖτο πρὸς τὴν εἰς τὸ πλῆ- | |
| col. XXX.73 | [θος] ἀρέσκειαν, οὐδὲ τοὺς μετὰ ταῦτα καιροὺς ἀχορηγήτους ἔασεν γενέσ- |
| [θαι, ἀ]λλὰ τὰς μὲν δημοτελεῖς καὶ κοινὰς ἑορτὰς ἐπισημοτέρας μᾶλλον | |
| 75 | [ἐπό]ησε ταῖς εἰς ἀνθρώπους χάρισι, τοὺς δὲ ταύταις χρωμένους ἐδιπλασί- |
| [ασε] ταῖς εὐποΐαις, παρέχων λουτρόν τε δωρεὰν ἐν αὐταῖς τοῖς τε πολίταις | |
| [πᾶσι]ν καὶ παροίκοις καὶ κατοίκοις καὶ ξένοις καὶ Ῥωμαίοις κ<α>ὶ τοῖς τούτων οἰκέ- | |
| [ταις], τιθεὶς δὲ ἐπὶ τοῦ βαλανείου καὶ ἔλαιον καὶ ἐπάλιμμα· τοῦ τε ἐξελη- | |
| [λυθ]ότ̣ος ἐνιαυτοῦ τὰς ἀγ̣ομένας [τ]ῶι Διονύσωι μὴ ἔχοντος τριετηρίδας, | |
| 80 | [ὠι]δόν τε καὶ χορα[ύλην κ]α̣ὶ κιθαρῳδὸν ἐπὶ ἡμέρας δ[ύο, τ]οῦ τε μηνὸς τοῦ |
| Ἀρτεμισιῶνος τῆι δ[ω]δ̣εκάτηι παραστήσας τὴν εἰθισμένη[ν] γείνεσθαι τῶι Διὶ | |
| τῶι Κεραυνίωι θυσίαν μετέδωκεν μὲν τῶν ἱερῶν τοῖ[ς] τε πολίταις καὶ παροί- | |
| κοις καὶ κατοίκοις καὶ ξέν̣οις καὶ Ῥωμαίοις καὶ δούλοις, τοὺς δε β[ο]υ̣λευτὰς καὶ τὰς συναρχί- | |
| ας καὶ ἐδείπνισεν ἐν τῷ [τ]οῦ θεοῦ τόπωι· ἔν τε τῇ τῶν Παναθ[η]ναίων ἑορτῆι | |
| 85 | παραστήσας βοϊκὴν θυσίαν τῆι Ἀθηνᾷ τῇ Πολιάδι καὶ καλ[λ]ιερήσας ὑπέρ τε τῆς |
| κοινῆς ὁμονοίας καὶ [τ]ῆς ἐπὶ τὸ βέλτιον τοῦ δήμου κατασστάσεως τοῖς ἀπὸ τῆς | |
| ἱερουργίας οὐκ εἰς ἰδίαν κατεχρήσατο δαπάνην, ἀλλὰ τήν [τ]ε βουλὴν καὶ τὰς συν- | |
| αρχίας ἐν τῶι Βιαντείω̣ι κατακλείνας ἐποιήσατο τὴν εἰς α̣ὐτοὺς χορηγίαν δα- | |
| ψιλῆι καὶ τῆς ἑαυτοῦ μεγαλοψυχίας ἀξίαν· καθόλου δ̣ὲ̣ [πρό]θυμον ἔν τ̣ε̣ ταῖς | |
| 90 | [προαιρέ]σ̣ε̣σιν καὶ τῆι πρὸς τὴν πόλιν εὐνοίαι π[αρεχόμενος ἑαυτ]ὸν̣ [ἀ]νέλ- |
| [λειπτο]ς̣ εἶναι βούλεται πρὸς τὰς κοινὰς καὶ κατεπιγούσας ὑπηρεσία[ς], ἐ̣πήνγελ- | |
| [ται δὲ ἀ]ναθήσειν καὶ τὴν κατὰ τὸν νόμον ὀφείλουσαν ἀνατίθεσθαι φιέλην | |
| [στεφανη]φορικὴν τῶι Διὶ τῶι Ὀλυμπίωι χάριν τοῦ καὶ <τὸ> τούτου τοῦ θεοῦ κεκοσ- | |
| [μῆσθ]αι δι[ὰ τ]ῆ[ς] αὐτοῦ φιλαγαθίας ἱερόν· καθῆκον δέ ἐστιν αὐτὸν ἐπὶ τού- | |
| 95 | τοις τοῦ πρέποντος τυχεῖν ἐπαίνου, δεδόχθαι τῇ βουλῆι κα[ὶ] τῶι δή- |
| μωι· ἐπῃνῆσθαι μὲν Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον ἐπὶ τοῖ[ς] π̣ρογε- | |
| γραμμένοις πᾶσιν καὶ ἐστεφανῶσθαι χρυσέωι στεφάνωι ἀριστήωι· | |
| τετιμῆσθαι δὲ καὶ εἰκόσιν γραπτῆι τε καὶ χαλκῇ καὶ χρυσῇ καὶ μαρμαρίνῃ, | |
| col. XXXI.99 | ὧ̣[ν] κ̣αὶ τὴν ἀ[νάθε]σιν γενέσθα̣ι [ἐν τ]οῖς ἐπισημοτάτοις |
| 100 | τῆς πόλεως τόποις, καὶ ἐπιγράψαι ἐπ’ αὐτῶν· «ὁ δῆμος Αὖλον Αἰμί- |
| λιον Σέξτου Ζώσιμον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑ- | |
| τόν»· στεφανωθῆναι δὲ αὐτὸν στεφάνωι χρυσέωι ἀριστείωι ὑπὸ | |
| τοῦ δήμου ἐν τοῖς Διονυσείοις ἀρετῆς ἕνεκεν καὶ φιλαγαθίας | |
| τῆς εἰς τὸν δῆμον· καὶ ἵνα οἱ ἀποδειχθησόμενοι ἐν ἀρχερεσίαι[ς] | |
| 105 | ἀγωνοθέται καὶ ὁ γραμματεὺς τῆς βουλῆς καὶ τοῦ δήμου οι̣[— —]- |
| ται ὅπως ἐν τοῖς Διο[νυσίοις τῶι] ἀ̣γῶνι τῶι παιδικῶι, ὅταν | |
| ὁ δῆμος συντελῆι τὰς πατρίους τῶι Διονύσωι σπονδάς, ἡ ἀ- | |
| νανγελία γείνηται τοῦ προειρημένου στεφάνου· ὑπάρχηι δὲ | |
| αὐτῶι καὶ σίτησις ἐν πρυτανείωι κ̣αὶ ἐν Πανιωνίωι καὶ μετουσί- | |
| 110 | α τῶν συντελουμένων ἱερῶν καὶ θυσιῶν ἐν τῆι βουλῆι· ὅταν |
| τε μεταλλάξῃ, στεφανωθῆι ἐπὶ τῆς ἐκφορᾶς ὑπὸ τοῦ δήμου στεφάνωι | |
| χρυσέωι, ἀναγορευθῶσιν δὲ καὶ οἱ στέφανοι ὅ τε τῆς πόλεως καὶ | |
| οἱ λοιποὶ οἱ παρὰ τῶν βουληθέν[τ]ων στεφανῶσαι αὐτὸν ὑπὸ τοῦ | |
| ἱεροκήρυκος ἐν τῆι ἀγορᾶι· συν[ακο]λουθῆσαι δὲ τῆι ἐκφορᾶι τόν | |
| 115 | τε γυμνασίαρχον μετὰ τῶν ἐ̣[φήβω]ν καὶ νέων [καὶ τὸ]ν παιδονόμον |
| μετὰ τῶν παίδων καὶ τοὺς στ[ρ]ατηγοὺς μετὰ τ[ῶν ἄλλων πο]λιτῶν· | |
| ἐξεῖναι δὲ στεφανοῦν ἐπὶ τῆς ἐκφορᾶς Αὖλον κα[ὶ ἄλλους το]ὺς καὶ βου- | |
| λομένους· ἕνεκεν δὲ τοῦ τήν τε Αὔλου εἰς τὸν δῆ̣[μον εὔ]νοιαν | |
| καὶ φιλαγαθίαν φανερὰν ὑπάρχειν καὶ τὴν ἐκ τῆς [πόλεως] εἰς αὐτὸν | |
| 120 | ἀμοιβήν, ἀναγράψαι δὲ τόδε ψήφισμα οὗ ἂν συνκριθῇ ἐν τῆι ἱερᾶι |
| στοᾶι τῆι ἐν τῆι ἀγορᾶι ἐν τῶι εὐθέτωι τόπῳ· ἀναγράψαι δ[ὲ] καὶ τὰς | |
| πρότερον δεδομένας αὐτῶι ὑπὸ τοῦ δήμ[ο]υ τιμάς. | |