Honorific decree for Herodes.  Sacred Hall, west wall; inscription in five columns.
[ ] Ionia — Priene — ca. 120 BC — IvPriene (1906) 109 + p. 311
See also:
col. IX.1 [ἐπὶ στεφανηφ]ό̣ρ̣ο̣υ Ἡ̣ρώιδου, στεφ̣α-
[ν]ηφοροῦντος δὲ τὸ δεύτερον, μηνὸς
Μεταγειτνιῶνος πέμπτηι· ἐτίμη-
σεν ἥ τε βουλὴ καὶ ὁ δῆμος Ἡρώιδην
5 Ἡρώιδου φύσει δὲ Ἡγησίου στεφάνωι
χρυσέωι ἀριστείωι καὶ εἰκόνι χαλκῆι
τε καὶ χρυσῆι καὶ μαρμαρίνῃ καὶ ἐμ πρυ-
τανείωι καὶ ἐμ Πανιωνίωι καὶ ὅταν ἡ
βουλὴ συνῆι σιτήισει καὶ προεδρίᾳ ἐμ
10 πᾶσι τοῖς ἀγῶσιν καὶ ἀτελείαι τοῦ
σώ̣μ̣[ατ]ο̣ς̣
{²one block missing with 19 lines of text}²
31 [․․․․․․ ἱ]ε̣ρὰ̣ [σ]υντ[ελέσ]ας ο[․․]ουμένην ΕΠΑΓΩΣΙΑΛΛΑ
το[․․․․․]η̣[․]ν ἅμα τῆι πρὸς τὸν πατέρα συναυξηθείσῃ
μέχρι τέλους εὐνοίᾳ τε καὶ προμηθίᾳ {ο̣ν} τῆς ἑαυτοῦ
καλοκἀγαθίας ἀπόδ[ε]ιγμα τὸ κάλλιστον διδοὺς εὐσε-
35 βείαι οὐ μόνον τῆ[ς πάντων τῶν συνα]ν̣αστρεφομένων
πολι[τ]ῶ̣ν [τε καὶ ξένων εὐνοίας, ἀλλὰ καὶ τῆς τ]ῶν θεῶν
χάριτος [ἔτυχε — — — — — — — — — — — — — —]προσω
[— — — — — — — — — — — — — — — — — — — — —]ος
[— — — — — — — — — — — — — — — — — — — — —]
40 [— — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — συντελεῖσ]-
θαι πομπὰς καὶ θυσίας ἐν αὐτῶ̣ι [․․․․]α̣[․․․] ἐποήσατο· βου-
θυτήσας δὲ καὶ καλλιερήσας [κατὰ τ]οὺς τόπους τῶν ἱερῶν
45 ἐπόησεν καὶ τοὺς ἀγῶ[νας ἀξίως πάντων τῶν Ἑλλήνων]
τῶν ἐν συγγεν̣[ί]αι̣ κ̣αὶ φ̣ιλίαι προ[ϋπ]ο[τε]θραμμένων, καθό-
τι περιέχουσιν [καὶ αἱ παρὰ τῶν πόλεων] ἀποκρίσεις· εἰς δὲ
τὴμ μητρόπολιν ἡμῶν τὴν [Ἀθηναίων πόλιν] κατὰ τὴν αὐτὴν
χρείαν ἀποδημήσας καὶ [ἐκεῖ? κ]ατ[ηργάσα]το μείζ̣ο[ν]α τῶι δή-
50 μωι συμφέροντα, τὴν προγο[νικ][ν] ἀ̣ν̣αν[ε]ω[σ]άμ[ε]νο[ς]
col. X.51 πρὸς Ἀ̣θ̣η̣[ναίους οἰκ]ειότητα καὶ τῶν ὑ[παρχόντων ἡμῖν]
πρὸς αὐτο[ὺς φιλ]α̣νθρώπων ἀνάμνησιν [ποιησάμενος· ἀποδειχ]-
θείς τε εἰς Πα[νιώ]νιον θεωρὸς ἐπὶ στεφα[νηφόρου — — — — —]
ἀπαγωγη τὰ [κοι]νὰ ἱερὰ τῆς Χίων πόλε[ως — — — — — —]-
55 νην καὶ ἐν τ[ούτ]οις εἴληφεν διὰ τῶν [— — — — — — — — —]
ἐπὶ τὰς θυσ[ίας τ]ὴν ἑαυτοῦ γενηθε[ῖσαν — — — — — — ἐπιμέ]-
λειάν τε κ[αὶ χορ]ηγίαν· τῆς τε τῶ[ν ἐν Πίσῃ Ὀλυμπίων ἐπιτε]-
λουμένη[ς παν]ηγύρεως οὐ μόνο̣[ν πάντων τῶν ἀνηκόντων]
εἰς τοὺς θ[εοὺς] προενόησεν ἐπ[ιμελῶς, ἀλλ’ ἀποδειχθεὶς]
60 πρεσβευτὴ̣[ς πρὸ]ς Ἠλήους ὑπ[ὲρ τῶν — — — — — φιλο]-
δοξίαν δια̣[․․․․․]τω̣ν πρ[εσβευτ— — — — — — — — —]-
χοντα αὐτὰ̣ [— — — — — — — — — — — — — — — τὴν]
ἀποδημίαν τ̣[— — — — — — — — — — — — — — — οὐ]-
κ ἀπέ̣στηι τοῦ [— — — — — — — — — — — — — — —]-
65 ων ἀπεστάλη [— — — — — — — — — — — — — — — —]-
σης ἀποκρ[ίσεως — — — — — — — — — — — — — — —]
γεγραφ[— — — — — — — — — — — — — — — — καθότι]
περιέχ[ουσιν — — — — — — — — — — — — — — — —]
{²one block missing with 18 lines of text}²
87 [․․․․․․․․․․․․․κ]ατασ[— — — — — — — — — — — —]
ὑπ’ αὐτῶι [․]ο̣[․] κα̣ὶ̣ εἰς τὴν περὶ τῶν ․[— — — — — —]-
ε̣ιν ἔγγραφον παρασκευάζει ἀντὶ τῶ[ν — — — — — — — —]-
90 των πᾶσιν ἐπὶ τοῖς εὐημερήμασιν [— — — — — — — — καὶ]
πάλιν χειροτονηθεὶς θεωρὸς ἀ[πεστάλη — — — — — καὶ ἀ]-
πο[δημήσ]ας πρὸς τὸν αὐτὸν στρατ[ηγὸν Μάαρκον Περπέρ]-
ναν Μάαρκου̣ στρατηγὸν ἀνθύπατ[ον εἰς Πέργαμον ἄτερ]
ὀψωνίου κα̣ὶ [․]․․․ου̣ οὐ [μό]ν[ον — — — — — — — —]
95 ἐνδ̣ό̣[ξω]ς̣ ἀνεστράφη σὺν [— — — — — — — — — — —]
[․․․․․․․]αίω̣ν τῆι πατ̣ρί̣δ̣[ι — — — — — — — — — — —]
[․․․] εὔνοιαν καὶ [— — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]-
μαν[․․․]τει̣α̣[․․․․․․․․] κ̣αὶ πορηθ̣?[․․․․․․․․․]σεν ἅπασιν
100 δοτ̣[․․․]θῆι τοῖς ἐντυγχανομένοις [ἀπεκόμι]σεν παρὰ τού[τ]ων
ἀποκ̣[ρί]σεις ἀξίας τῆς πόλεως καὶ τῆς ἑα[υ]τοῦ προσκαρτερίας,
[ἐξ][ν ἡ] πρὸς τὸ πλῆθος εὔνοια παρὰ τοῖς ἡγουμένοις βεβαιοτέ-
[ρα κα]θίστατο· βασιλέως τε Ἀριαράθου Ἐπιφανοῦς καὶ Φιλοπάτο-
[ρος τὴ]ν προγονικὴν εὔνοιαν πρὸς ἡμᾶς δι’ ὧν ἔγραψεν ἀνανεω-
105 [σαμέν]ο̣υ καὶ τῶν πολιτῶν πρεσβεῦσαι πρὸς αὐτὸν προελομέ-
[ν]ω̣[ν, τὸ] μὲν πρῶτον ἀποδημήσας ἄτερ ὀψωνίου μετὰ [τῶν]
col. XI.107 [συμπρεσβευτῶν — — — — — — — — — — — — — — — — —]
{²one block missing with 18 lines of text}²
125 [․․․․․․․․․․․․․․․․․․․ μετὰ τ]οῦ συμπρεσβευτοῦ καὶ πο[․․․]
[․․․․․․․․․․․․․․․․․․․․․․․]αν ὑπὲρ ὧν ἦν ἀπεσταλμένος
[․․․․․․․․․․․․․․․․․․․․․․․․]ως γράμματα καλὰς ἐλπίδας περὶ
[․․․․․․․․․․․․․․․․․ τῶν μετ]ὰ ταῦτα φιλανθρώπων ἐξ αὐτοῦ
[γενησομένων ․․․․․․․․․․․․]νην πρεσβείαν παρ’ ἑαυ<τοῦ> αἱρούμε-
130 [νος ․․․․․․․․․․․․․․․․․․․․]ν χρείας ἐκ τῶν ἰδίων ὁλοσχερῶς
[․․․․․․․․․․․․․․․ εἰς τὰ κοι]νὰ τῆς πόλεως πράγματα συνε-
[πέδωκεν αὐτὸν κατὰ τὴν αὐτο]ῦ δύναμιν, ἐξ οὗ τὴν χάριτα πρὸς
[․․․․․․․․․․․․․․․․․․․․․ συ]μβαίνει· ἅμ̣α γὰρ τῆι πόλει τὸ λυσι-
[τελὲς ․․․․․․․․․․․․․․ τὸ πλε]ονάσζον τὸ ἐκ τῶν κοινῶν ἀνα-
135 [λωμάτων ․․․․․․․․․․․․․․․․]νου καὶ τὰ παρὰ τῶν ὑπερεχόντων
[․․․․․․․․․․․․․․․․․․․․․․․]ο· ταῦτα δὲ πάντα φιλοτίμως χ̣α-
[ριζόμενος ․․․․․․․․․ βουλόμ]ενος οὐδ’ ἐν ταῖς ἑξῆς καταδεέστε-
[ρος φανῆναι ․․․․․․․․․․․․․ ἐν] τοῖς πρὸς θεοὺς εὐσέβειαν καὶ
[․․․․․․․․․․․․․․․․․․․․․․․․ κα]θίστατο καὶ ἐν τοῖς πρὸς τοὺς
140 [πολίτας διετέλει ἀνὴρ ὢν καλὸς κ]ἀγαθός· ἀντιγραφεύς τε γὰρ
[χειροτονηθεὶς ․․․․․․․․․․․․․․ ἐπὶ σ]τεφ[ανη]φόρου Ἀκάμαντος
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ον· [ἐπὶ δὲ σ]τεφα-
[νηφόρου — — — — — — — — — — — — — — — — — —]
{²one block missing with 14 lines of text}²
156 κατ[․․․․․․․․․․․․․․․․․․․․․․․․․․ κ]ατὰ δύναμιν συνεπιδοῦ-
ναι τω[․․․․․․․․․․․․․․․․․․․․․ κα]ὶ προθυμίαι· δι’ Ἡγη̣σίου δὲ τοῦ
πατρὸς ἐπαγγει[λάμενος πρ]ὸς τὴν διὰ τῶν δημοσίων ἐγγρά-
φω̣ν δηλουμένην [ἀνάγκην τῆ]ς τοῦ κατασκευάσματος προε[ν]όη-
160 σεν συντελείας καὶ τὸ [τῆς π]ατρίδος βούλημα συνεπεύξησεν· <συν>τέ-
λειαν δὲ λαμβανό̣ν̣τ̣[ων α]ὐτῶι κατά <γ>ε βίον τῶν ἐν ταῖς προγεγραμ-
μέναις εὐεργεσίαις [ἐ]π̣[ικηρ]υγμάτων, κρίνας ἐλθεῖν πρὸς γάμου κοι-
νωνίαν· καὶ συντ̣ελῶ̣ν [τ]ὰ̣ς ἐν τούτοις εἰθισμένας ἀποδίδοσθαι
col. XII.164 [ἐπιδόσεις ․․․․․․․․․] κατε[— — — — — — — — — — — —]
165 [․․․․․․․․․․․․․․․․․]ν τῶι τε με[— — — — — — — — —]
[․․․ πλείστων ἀ]νθρώπων αὐτοῖς ἑπ̣[ομένων εἰς τὴν ἰ]δίαν [οἰκί]-
[αν τὴν νύμφην] εἰσήγετο σὺν δαιδο[υχίαις τε τὸ]ν γάμον
[ἐποιήσατο] διὰ πάντων δὲ μαρτυρουμένην ἐ[σχηκὼς] τὴν
[παρὰ τῶν θ]ε̣ῶν εὐμένειαν καὶ τὴν παρὰ τῶν πο[λιτ]ῶν ἐ-
170 [κτενῆ] ἀποδοχήν· vac. ἐνεβάλετο δὲ καὶ κ̣λῆρον στεφανηφο-
[ρίας εἰς] τὴν τοῦ δήμου κρίσιν· θεωροῦντες δὲ οἱ πολῖται
[ἐπιτηδει]ότερον ὑπάρχειν τὸ πρεσβεῦσαι καὶ τοῦτον πά-
[λιν πρὸς] βασιλέα Ἀριαράθην, ὅπως συνκατασκευ̣άσηται
[τὰ εἰς εὐκ]οσμίαν ἀνήκοντα τῆι πόλει, ἐχειροτό[νησα]ν αὐτὸν
175 [πρεσβευ]τ̣ήν· ὃς καὶ ἀποδημῶν διὰ τὸ κατεπῖγο[ν το]ῦ ε̣ι̣σ̣ε̣μ̣?
[․․․․․․]ε̣? διὰ τῶν καθεσταμένων κυρίων τῆι [νο]υμηνίαι
[τοῦ Βοη]δρομιῶνος μηνὸς μετὰ κηρύγμα[τος ἔ]πεμψεν
[εἰς τὴν οἰ]κίαν πάντας τοὺς πολίτας καὶ παρο[ίκους μ]ετὰ τέ-
[κνων καὶ] ξένους καὶ ἐξελευθέρους καὶ οἰ[κέτας· βο]υθυτή-
180 [σας δὲ τῶι Διὶ] τῶι Ὀ[λυμ]πίω[ι κα]ὶ τῆι Ἥ[ραι καὶ τῆι Ἀθη]νᾶι τῆι
[Πολιάδι ἐκάλεσε τούς τε πολίτας καὶ παροίκους καὶ ξ]ένους
[ἐπί τε τὰ]ς θυσ[ίας — — — — — — — — — — — — — — —]
[․․]ει μὲν ἐν τῶι ἱερ[ῶι — — — — — — — — — — — — — —]
γενηθεὶς δὲ ἐν τῶι τῆς στεφαν[ηφορίας χρόνωι καὶ πρεσβευτὴς?]
185 ἐν τοῖς πρεσβευομένοι̣ς τὸν κατα̣[— — — — — — — — — —]
τῆι τε καταστολῇ καὶ τῆι εὐσχημ[οσύνῃ — — — — ἔτυχεν]
τῆς τῶν συνζώντων προτιμῆ[ς· προτρεψαμένων δὲ]
τῶν πολιτῶν αὐτὸν ἐν ταῖς ἀρχ[αιρεσίαις καὶ διὰ τῆς]
χειρο[τ]ονίας τὸ δεύτερον ἀναλ[α]β[ὼ]ν τ̣ὸ̣ν̣ [τοῦ Διὸς τοῦ Ὀ]-
190 λυμπίου στέφανον ἀναδεξάμε[ν]ος τὴν [στεφανηφορίαν κα]-
τ̣ὰ τὸ τοῦ δήμου βούλημα καὶ πάν̣[τα τ]ὰ δημό̣[σια ἱερὰ στεφανώμα]-
σίν τε καὶ θυμιάμασιν κοσμήσας μετ[ὰ κηρύγματος ἐκάλεσεν]
εἰς τὴν ἰδίαν οἰκίαν ἐπὶ τὸ<γ> γλυκισ[μὸν πάντας τοὺς πολίτας καὶ] πα-
ροίκους μετὰ τέκνων καὶ ξένους κα̣[ὶ ἐξελευθέρους καὶ οἰκέτ]ας· π̣ο̣μ̣-
195 πεύσας δὲ ἀξίως μὲν τῶν πατρώ[ιων θεῶν], οἷς τὰς θυσίας ἐπετέλει,
ἀξίως δὲ καὶ τῶν πολιτῶν, καὶ τ̣[․․․․․․․․]εύσ[α]ν̣τ̣ας? θ̣ύμασιν ὑ-
περάγουσιν, καὶ κατευξάμεν[ος μετὰ τῶν ἱερέω]ν ὑπέρ τε τοῦ σύν̣-
παντος δήμου καὶ τῶν κ[ατοικούντω]ν [παρ’] ἡ̣μεῖν, πάντα
τὰ ἀγαθὰ διδόναι τοὺς θ̣[εοὺς καὶ τοῖς πο]λίταις [πᾶσι] καὶ γυ-
200 [ν]α̣ι̣ξ̣ὶ̣ κ̣α̣ὶ̣ τοῖς̣ τ̣έ̣κ̣ν̣ο̣ι̣ς̣ κ̣[αὶ ․․․․․․․․․․․․․․․․]ε̣[․․․․], κ̣α̣ὶ̣ π̣ά̣λ̣[ιν]
{²one block missing with 13 lines of text}²
213 δὲ βουλόμενος κ̣α̣ὶ̣ [ἀποδεῖξαι ἣν ἔχει] προαίρεσιν, ἑκ[άστ]ωι
τῶν πολιτῶν ἐμέτρησεν [μεδίμνους] πυ̣ρῶν τε<τα>ρτεῖς δύο· ἔν τε
215 τῆι τῶν Παν[αθηναίω]ν [ἑορτῇ τῇ] λαμπροτάτῃ προεπόμπευ-
σεν οὐ μόνον ἱ̣ε̣ρ̣οπρεπῶς, ἀ̣[λλὰ καὶ β]οῒ ἀξίαι τῆς θεοῦ, ἵνα διὰ πάν-
των ἐκπεπληρωμένα ὑπάρχ[ηι τά τ]ε τῆς εὐσεβείας καὶ φιλαγα-
θίας δίκαια· καλλιερήσας δὲ τ[ἀπὸ] τῆς θυσίας διέδωκεν τῆι τε
βουλῆι καὶ ταῖς συναρχίαις πάσαι[ς]· πεποίηται δὲ καὶ διὰ παντὸς
220 τὴμ πρέπουσαν εὐσχημοσύνην κατ̣αξίαν τοῦ θεοῦ καὶ τῆς
col. XIII.221 [․․․․․․ ὁσι]ότητος [— — — — — — — — — — — — — —]
[․]εν[․․․․․․]υ̣μας πρὸς δ[— — — — — — — — — — —]-
κε[ν ἔν τε τ]αῖς λοιπαῖς ἀ[ρχαῖς καὶ λειτουργίαις ἐφ’ ἃς]
ὁ δῆμος προεχείριζε[ν] αὐ[τὸν — — — — — — — — — —]-
225 α κατ’ αἰτία<ν> τόν τε τι̣[․․]ο[․․․․․․․․․․․․․․․․․․]ο[․․․․․․ κα]-
θόλου τε καὶ λέγων [καὶ πράσσων τὰ τῶι δήμωι] συμφέ[ροντα δια]-
τελεῖ καὶ οὐ [μό]ν[ον ․․․․․․․․․․․․․․․․․․]ι̣ο̣ς̣ π[․․․․․․․․ ἐ]-
να̣ν̣τί̣ον εἰδ[έ]ναι τὸ[ν] δ[ῆμον πάντα καὶ κ]οιν[ῆι] τοὺς πολ̣[ίτας]
καὶ καθ’ ἱδίαν [ἕκα]στον [αὐτ][ν], κα̣θήκει δὲ τ̣[․․]προ[․․․ δι]-
230 ὰ παντὸς ταῖς ἀ̣ξ̣ί̣α̣ις ἀμειβομένηι χάρισιν τοὺς τῶι δή[μωι]
[πρ]οσφερομένους ἐκτενῶς τε καὶ φιλοδόξως, καὶ νῦν τα̣[ῖς]
ἐπιβαλλούσαις τιμαῖς Ἡρώι̣δην τιμῆσαι διακείμενον δ[ι]-
ὰ παντὸς ἐκτενῶς πρὸς τὸν δῆμον· ἵνα καὶ οἱ μετὰ ταῦτα
θεωροῦντες ἐν ἀποδοχῆι τῆ[ι μεγίστηι] γινομένους τοὺς το[ι]-
235 ούτους ἄνδρας προθύμους ἑ[αυτοὺς παρασ]κευάζωσιν εἰς τὰ τῆι
πατρίδι συμφέροντα, δε[δόχθαι τῆι βουλῆ]ι καὶ τῶι δήμωι· ἐ-
πῃνῆσθαί τε Ἡρώιδην Ἡρώιδ[ου φύσει δὲ Ἡγ]ησίου ἐπ[ὶ] τοῖς προ-
γεγραμμένοις καὶ στεφανῶσαι [αὐτὸν στε]φάνωι [χρυσ]έωι ἀ-
[ριστείωι· τετιμῆσθαι δὲ αὐτὸν καὶ εἰκόνι χαλκῆι τε καὶ χ]ρ[υ]-
240 [σῆι καὶ μαρμαρίνηι — — — — — — — — —]α̣ι̣ τ̣ὸ̣ν [․․․․]ν[—]
[— — — — — — — — — — — — — — — — —]ωι τὸν [․․․․․․]ο
[— — — — — — — — — — — — — — — — —]υ̣ φ[— — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]ες το[․․․․․․]ο
245 [— — — — — — — — — — — — — — εἶναι δὲ αὐτὸν] καὶ ἐν ἐπ[ιμε]-
[λείαι παρά τε τῆι βουλῆι καὶ τῶι δήμωι· ὑπάρχ]ειν δὲ προ[ε]δρία[ν]
[ἐν τοῖς ἀγῶσι πᾶσιν οὓς ἡ πόλις τίθησι]ν· δεδό[σ]θ̣αι δὲ
[καὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιων]ίωι καὶ μετουσ[ίαν]
[τ]ῶ̣[ν] ἐν βου[λῆι] συ[ντελ]ου[μένων θυσιῶν καὶ τῶ]ν ἄλλων φιλαν-
250 θ̣ρώπων πάντων [ὧν] κ[αὶ τῆι βουλῆι μέτεστιν καὶ] ἀτέλειαν τοῦ
σώματος· [ἐπιγράψαι δὲ καὶ ἐπὶ τῶν βημάτων] τῶν εἰκόνων ἐ-
φ’ ἑκάστου τὴν ἐ[πιγραφὴν τήνδε· «ὁ δῆμος Ἡρ]ῴδην Ἡρῴδου
φύσει δὲ Ἡγησίου [ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ] φιλοδοξίας
τῆς εἰς ἑα̣[υ]τὸν καὶ ε[ὐσεβείας τῆς εἰς θεούς»· τ]ὸν δὲ ἀγωνο-
255 θέτην τὸν ἀποδειχθησόμ[ε]νο[ν εἰς ἐνιαυτὸν τ]ὸν ἐπὶ στε-
φανηφόρου [․․․]ου [κ]αὶ τὸν [γραμματέα τῆς βουλῆς] καὶ τοῦ δή-
μου τήν τε τοῦ στεφάνου ἀ[ν]α[γγελίαν ποιήσασθαι ἐν] τῶι θε-
[άτρωι Διονυσίοις αὐλητ]ῶν [τ]ῶι ἀγῶνι τῶν παί[δω]ν, ὅταν ὁ δῆ-
[μος τὰς σπονδὰς συν]τελ[ῆ]ι ἀκολούθως τοῖς προγεγραμμέ-
260 [νοις· ἀναγορεῦσαι δὲ καὶ τ]ὰς κατὰ τὰς εἰκόνας διδομένας τιμάς·
[κατὰ τὸ αὐτ][δὲ καὶ οἱ] γεινόμενοι καθ’ ἕκαστον ἔτος ἀγωνοθέ-
[ται τε καὶ γ]ραμματεῖς ποιείσθωσαν τήν τε τοῦ στεφάνου ἀ-
[ναγγελία]ν καὶ τῶν εἰκόνων καθότι προδεδήλωται· ἵνα δὲ
[μὴ μόνον] ζῶντα φαίνηται τιμῶν ὁ δῆμος Ἡρώ<ι>δην, ἀλλὰ καὶ
265 [τῆς εἰς τὸ] χρεὼ μεταστάσεως τυχόντα τῶν καθηκόντων ἀξι-
[ῶν δικαί]ως, τὸν οἰκονόμον τῆς πόλεως ὃς ἂν ᾖ τότε στεφα-
[νῶσαι ἐπὶ] τῆς ἐκφορᾶς Ἡρῴδην στεφάνωι χρυσέωι ἀπὸ χρυ-
[σοῦ, γεγον]ότα ἄνδρα καλὸν καὶ ἀγαθὸν κ[αὶ κοι]νῆι καὶ ἰδίαι
[πρὸς ἕκασ]τον· τὸ δὲ ἐ̣[σ]όμενον ἀνάλω[μα εἰς τ]ὸν στέφα-
270 [νον καὶ τὴν κ]α̣τασ[κευὴν] αὐ[τοῦ ἀνενεγκεῖν τῆι πόλει ἐ]ν
[λόγωι]· τῆς δ[ὲ ἀναγγελίας τοῦ στεφάνου τὴν ἐπιμέλει]-
αν ποιήσασθαι τόν [τε γραμματέα τῆς βουλῆς καὶ τοῦ δή]-
μου καὶ τοὺς στρατηγοὺς [οἳ ἂν ὦσιν τότε· εἶναι δὲ]
ἐξουσίαν καὶ τοῖς ἄλλοις τοῖς β̣[ουλομένοις στεφανοῦν]
275 Ἡρώιδην καὶ ποήσασθαι ἀνα<γ>γελίαν [ἐν τῆι ἀγορᾶι· ἀναγρά]-
ψαι δὲ καὶ τὸν γραμματέα τῆς βουλῆς κ[αὶ τοῦ δήμου τὰς γε]-
νομένας στεφανώσεις εἰς τὰ ψηφίσματα [τοῦ δήμου· ἀνα]-
γράψαι δὲ καὶ τοὺς στεφάνους καὶ τοὺς ἐσ[τεφανωκότας].
Search Help
Contact Us