Honorific decree of Magnesia on the Maeander for the neokoros Euphemos.  No description of stone. Now missing.
[ ] Ionia — Priene — Davutlar — early 2nd c. BC — IvMagnesia (1900) 94 + p. 295
See also:
1 [— — — — — — ἐπειδὴ Εὔφημο]ς Παυσανίου νεωκό[ρος]
[— — — — — — — — — ἀ]ν[ὴρ] κ[α]λὸς καὶ ἀγα[θὸς ὢν]
[εἰς τ][ν οἶκ]ον τ[ὸν ἱερὸν] καὶ εἰς τὸν δῆμον καὶ ἰδί[αι ἑ]-
[κάστ]ωι τῶμ πο[λιτῶν δι]ατελεῖ, δεδόχθαι τῶι δ[ή]-
5 [μωι· ἐ]πῃνῆσθαι [Εὔφημο]ν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
[ἣν ἔχ]ων διατελεῖ εἴς τε τὸν οἶκον τὸν ἱερὸν καὶ εἰς τὸ[ν]
[δῆμον] καὶ στεφανωθῆναι αὐ[τ]ὸν ἐν τοῖς πρώτοις Διον[υ]-
[σίοις χρ]υσέωι στεφάνωι· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόν[α ὅ]-
[που ἂν ἐ]ν τῶι ἱερῶι τοῦ Ἄνακτος βούληται· [το]ὺς δὲ οἰ[κο]-
10 [νόμους το]ὺς μετὰ Τόννιον ὑπηρε[τῆ]σαι τὸ ε[ἰς] τὴν ε[ἰκόνα]
[ἀνάλωμα ἐκ τῶ]ν πόρων ὧν ἔχουσιν εἰς πόλεως διοίκησ[ιν]·
[λελύσθαι δὲ] καὶ εἴ τι ψήφισ[μ]α ἐναντίον ἐστὶν τῶιδ[ε]
[τῶι ψηφίσματ]ι κατ’ αὐτὸ το[ῦ]το καθ’ ὅ ἐστιν ἐναντίον·
[ψῆφοι ἐπηνέχθησ]αν τρισχίλιοι πεντακόσιοι ὀγδο[ή]-
15 [κοντα].
Search Help
Contact Us