Posthumous honorific inscriptions for Diokles and Athenopolis and two victory epigrams for Athenopolis.  Pi-shaped exedra.
[ ] Ionia — Priene — 2nd c. BC — IvPriene (1906) 268 — J. Ebert, Gr. Epigramme (1972) 218, 73 — SGO 1 (1998) 291, 03/01/02
cr. block.a.I, left.1 {²now lost}²
II, right.1 [— — — — —]ΙΟ[— — —]
[Ἀθηνόπολιν] Πυθοτίμου
     [κατὰ τὴν] δια̣[θήκην].
mid. seat.I, left.b.1           οἱ ἔγ̣γ̣ο̣ν̣ο̣ι̣
          Ἐπαμείνων
          Ἀρτεμίδωρος
          Ἡγησίας
5 Διοκλῆν Πυθοτίμου
κατὰ τὴν διαθήκην.
II, right.b.1 πρᾶτος ἀπ’ ἀντιπάλων εἰς πατρίδα τάνδε Πριά̣ναν
παῖς Πυθοτίμου κλεινὸν ἄγαγον γέρας,
ἁνίκα τοὺς τρισσοὺς συνομάλικας εἰς κόνιν ἀ̣πτὼς
ἤρεισα τέχνᾱι γαῦρος οὐ κε̣νᾶι γεγώς·
5 αἰπεινὰ δ’ Ἐπίδ̣α̣υ̣ρ̣ος Ἀθηνόπολιν τόκα θαλλῶι
ἔστεψε, νίκαν θ’ Ἑλλ[ὰς] ἔκλυεμ πάλας
                           vacat
c.1 οὐκ ἀτελής μου ὁ [μό]χθος ἀείδεται ἀλλὰ̣ σὺν ἀ̣λ̣[κᾶι]
κλεινὰ παλαισμοσύνας [ἀ]γαγόμαν ἄεθλα·
οἶδεν ὁ Φοιβείας̣ μ̣’ ἕ̣δ̣ρ̣α̣ς̣ θ̣ε̣ό̣ς̣, οἶδ’ Ἐπίδαυρος
αἰπεινά, κροτάφο[ις] θαλ̣[λ]ὸν ὅτ’ ἀμφ̣εθέμαν·
5 πρᾶτος δ’ ἐκ [π]ά̣τ̣ρ̣[ας] ἑ̣[λ]ό̣μ̣α̣ν̣ γ̣έρας οὐχ̣ὶ̣ λεϊστόν
υἱὸς Πυθοτίμου̣, [τοὔν]ομ’ Ἀθηνόπολις.
Search Help
Contact Us