Diagraphe for the sale of the priesthood of Meter Phrygia.  Stele of yellowish gray marble.
[ ] Ionia — Priene — 2nd c. BC — EA 44 (2011) 1-54 — SEG 61.946
1 ἡ πρι̣α̣μ̣έ̣νη τὴν ἱερεωσύνην τῆς Μητρὸς τῆς
Φρυγίης ἱερήσεται τὸν βίον τὸν αὑτῆς ἀτελὴς
οὖσα τοῦ σώματος καὶ ἀνδραπόδου ἑνός· παρέξε-
ται δὲ ἡ πόλις ἱερεῖον τῆι μὲν Μητρὶ πρόβατον,
5 [Παν]ὶ δὲ ἀλέκτορα, Ἑρμῇ δὲ καὶ Ζανὶ ἄρνας δύο·
λ̣ή̣ψεται δὲ παρὰ τῆς πόλεως εἰς τὰ ἱερεῖα ἡ ἱερῆ
δραχμὰς τεσσεράκοντα τοῦ μηνὸς τοῦ Ἀρτε-
μισιῶν̣ος τῆι νουμηνίαι· λήψεται δὲ τῶν θυομέ-
ν̣ων̣ δ̣έ̣ρμ̣ατα καὶ τῶν γερῶν τὰ ἡμίση· τὰ δὲ ἡμί-
10 σ̣η̣ τ̣ῶν̣ γ̣ερῶν καὶ τὰ λοιπὰ κρέα διανεῖμαι ταῖς πα-
[ρ]α̣γ̣ε[νο]μ̣έναις· παρέξεται δὲ προβάτωι ἔλατρα ἐξ ἡ-
μ̣ι̣έκ̣τ̣ου, γαλαθηνῶ̣ι χοινίκων δύο, τῶ̣ι ἀλέκτορι χοί-
νικος, θύα, οὐλάς, λιβανωτόν· ὧν δ’ ἂν οἱ ἰδιῶται θύω-
σ̣ι̣ν̣, λ̣ή̣ψεται̣ τῶν γερῶν τῶν παρατιθεμένων τρί-
15 τον μέρος· ὅσαι δ’ ἂν θέλωσιν τελεῖσθαι, τελείσθ[ω]-
σαν παρὰ τῇ ἱερῇ τῆι δημοσίῃ ἱερείωι τελείωι· διδό-
τ̣ω δὲ̣ ἡ̣ τε̣λουμ̣ένη τῇ ἱερῇ τῶν γερῶν τῶν παρα-
τι̣θεμέν̣ων̣ τρίτον μέρος καὶ δέρμα· ἄλλο δὲ μηθὲν
διδόσθ̣[ω, μη]δὲ ἡ ἱερῆ λαμβανέτω· τὴν δὲ θυσίην εἶνα̣ι
20 τοῦ μη̣νὸς τοῦ Ἀρτεμισιῶνος τῆι δωδεκάτῃ καὶ
συν̣τ̣ελείτω ἡ ἱερῆ καθότι γέγραπται· τέμενος̣
ὑ̣πά̣ρ̣χειν τῆι θεῶι τὸ πρὸς τῶι λευκῶι καὶ μέλαν̣ι̣·
ἀποκ̣α̣τ̣α̣στῆσαι δ̣ὲ τὰς θαλάμας τοὺς ἰδιώτας εἰς̣
τὸ ἀποδεδειγμένον τέμενος· ἐὰν δὲ μὴ ἀποκαταστ̣[ή]-
25 σωσιν ἐπὶ Λ̣υκωνίδου, ὀ̣φείλειν ἕκαστον τῆι πόλει̣ δ̣[ρα]-
χμὰς ἑκατόν· φαινέτω δὲ ὁ βουλόμενος ἐπὶ τῶι ἡ̣[μί]-
σ̣ει πρὸς τοὺς νομοφύλακας· ἀγειρέτω δὲ ἡ ἱερῆ [καὶ]
αἱ λοιπαὶ συναγειρέτωσαν τετράδι ἱσταμένο[υ τοῦ]
μηνὸς τοῦ Ἀρτεμισιῶνος· ἑτέρῃ δὲ ἡμέρῃ μὴ ἀ̣[γει]-
30 ρέτω μηθείς· ἢν δέ τις ἀγείρῃ, κωλυέτωσαν οἱ τ̣[ι]-
μ̣οῦχοι ἢ̣ ἀ̣π̣οτινέτωσαν δραχμὰς ἑκατόν· ἢν̣ [δέ]
τ̣ις ἀγεί̣ρῃ, ὀφειλέτω δραχμὰς ἑκατόν· εἰσαγέ[τω]
δὲ ἡ ἱερῆ εἰς τὸ πρυτανεῖον· τιθέτω δὲ ἡ πόλις [ἀναλώ]-
ματα πυρῶν μέδιμνον, κριθῶν μέδιμνον, μέλ[ιτος]
35 κοτύλην, ἐλαίου κοτύλην, τυρὸν ἁγνόν· ταῦτ̣[α μὴ]
λ̣αμβαν̣έτω ἡ <ἱ>ερῆ· τελεσθήσεται τέλεσι τοῖς α[ὑτῆς]·
τὴν τιμὴν καταβαλεῖ μηνὸς Μεταγειτνιῶνο[ς ἕκτῃ?]
ἱσταμένου· τὴν δὲ διαγραφὴν ἀναγραψάτωσα[ν — — —]-
αγραφεῖς τέλεσι τοῖς τῆς ἱερῆς· στήλην δὲ δό[τω ὁ ἐπὶ]
40 τῆς διοικ̣ήσεως τῶν ὑπαρχουσῶν ἐν τῶι ἱερῶ[ι]·
ἐπρίατο Φιλιτὶς Ἀριστέα δραχμῶν σὺν̣ [τῶι δε]-
κάτωι τετρακοσιῶν τριάκοντα.
Search Help
Contact Us