Diagraphe for the sale of the priesthood of Meter Phrygia. Stele of yellowish gray marble.
[ ]
Ionia — Priene — 2nd c. BC — EA 44 (2011) 1-54 — SEG 61.946
| 1 | ἡ πρι̣α̣μ̣έ̣νη τὴν ἱερεωσύνην τῆς Μητρὸς τῆς |
| Φρυγίης ἱερήσεται τὸν βίον τὸν αὑτῆς ἀτελὴς | |
| οὖσα τοῦ σώματος καὶ ἀνδραπόδου ἑνός· παρέξε- | |
| ται δὲ ἡ πόλις ἱερεῖον τῆι μὲν Μητρὶ πρόβατον, | |
| 5 | [Παν]ὶ δὲ ἀλέκτορα, Ἑρμῇ δὲ καὶ Ζανὶ ἄρνας δύο· |
| λ̣ή̣ψεται δὲ παρὰ τῆς πόλεως εἰς τὰ ἱερεῖα ἡ ἱερῆ | |
| δραχμὰς τεσσεράκοντα τοῦ μηνὸς τοῦ Ἀρτε- | |
| μισιῶν̣ος τῆι νουμηνίαι· λήψεται δὲ τῶν θυομέ- | |
| ν̣ων̣ δ̣έ̣ρμ̣ατα καὶ τῶν γερῶν τὰ ἡμίση· τὰ δὲ ἡμί- | |
| 10 | σ̣η̣ τ̣ῶν̣ γ̣ερῶν καὶ τὰ λοιπὰ κρέα διανεῖμαι ταῖς πα- |
| [ρ]α̣γ̣ε[νο]μ̣έναις· παρέξεται δὲ προβάτωι ἔλατρα ἐξ ἡ- | |
| μ̣ι̣έκ̣τ̣ου, γαλαθηνῶ̣ι χοινίκων δύο, τῶ̣ι ἀλέκτορι χοί- | |
| νικος, θύα, οὐλάς, λιβανωτόν· ὧν δ’ ἂν οἱ ἰδιῶται θύω- | |
| σ̣ι̣ν̣, λ̣ή̣ψεται̣ τῶν γερῶν τῶν παρατιθεμένων τρί- | |
| 15 | τον μέρος· ὅσαι δ’ ἂν θέλωσιν τελεῖσθαι, τελείσθ[ω]- |
| σαν παρὰ τῇ ἱερῇ τῆι δημοσίῃ ἱερείωι τελείωι· διδό- | |
| τ̣ω δὲ̣ ἡ̣ τε̣λουμ̣ένη τῇ ἱερῇ τῶν γερῶν τῶν παρα- | |
| τι̣θεμέν̣ων̣ τρίτον μέρος καὶ δέρμα· ἄλλο δὲ μηθὲν | |
| διδόσθ̣[ω, μη]δὲ ἡ ἱερῆ λαμβανέτω· τὴν δὲ θυσίην εἶνα̣ι | |
| 20 | τοῦ μη̣νὸς τοῦ Ἀρτεμισιῶνος τῆι δωδεκάτῃ καὶ |
| συν̣τ̣ελείτω ἡ ἱερῆ καθότι γέγραπται· τέμενος̣ | |
| ὑ̣πά̣ρ̣χειν τῆι θεῶι τὸ πρὸς τῶι λευκῶι καὶ μέλαν̣ι̣· | |
| ἀποκ̣α̣τ̣α̣στῆσαι δ̣ὲ τὰς θαλάμας τοὺς ἰδιώτας εἰς̣ | |
| τὸ ἀποδεδειγμένον τέμενος· ἐὰν δὲ μὴ ἀποκαταστ̣[ή]- | |
| 25 | σωσιν ἐπὶ Λ̣υκωνίδου, ὀ̣φείλειν ἕκαστον τῆι πόλει̣ δ̣[ρα]- |
| χμὰς ἑκατόν· φαινέτω δὲ ὁ βουλόμενος ἐπὶ τῶι ἡ̣[μί]- | |
| σ̣ει πρὸς τοὺς νομοφύλακας· ἀγειρέτω δὲ ἡ ἱερῆ [καὶ] | |
| αἱ λοιπαὶ συναγειρέτωσαν τετράδι ἱσταμένο[υ τοῦ] | |
| μηνὸς τοῦ Ἀρτεμισιῶνος· ἑτέρῃ δὲ ἡμέρῃ μὴ ἀ̣[γει]- | |
| 30 | ρέτω μηθείς· ἢν δέ τις ἀγείρῃ, κωλυέτωσαν οἱ τ̣[ι]- |
| μ̣οῦχοι ἢ̣ ἀ̣π̣οτινέτωσαν δραχμὰς ἑκατόν· ἢν̣ [δέ] | |
| τ̣ις ἀγεί̣ρῃ, ὀφειλέτω δραχμὰς ἑκατόν· εἰσαγέ[τω] | |
| δὲ ἡ ἱερῆ εἰς τὸ πρυτανεῖον· τιθέτω δὲ ἡ πόλις [ἀναλώ]- | |
| ματα πυρῶν μέδιμνον, κριθῶν μέδιμνον, μέλ[ιτος] | |
| 35 | κοτύλην, ἐλαίου κοτύλην, τυρὸν ἁγνόν· ταῦτ̣[α μὴ] |
| λ̣αμβαν̣έτω ἡ <ἱ>ερῆ· τελεσθήσεται τέλεσι τοῖς α[ὑτῆς]· | |
| τὴν τιμὴν καταβαλεῖ μηνὸς Μεταγειτνιῶνο[ς ἕκτῃ?] | |
| ἱσταμένου· τὴν δὲ διαγραφὴν ἀναγραψάτωσα[ν — — —]- | |
| αγραφεῖς τέλεσι τοῖς τῆς ἱερῆς· στήλην δὲ δό[τω ὁ ἐπὶ] | |
| 40 | τῆς διοικ̣ήσεως τῶν ὑπαρχουσῶν ἐν τῶι ἱερῶ[ι]· |
| ἐπρίατο Φιλιτὶς Ἀριστέα δραχμῶν σὺν̣ [τῶι δε]- | |
| κάτωι τετρακοσιῶν τριάκοντα. | |