Honorific decree of Laodikeia on the Lykos for Prienian judges and their secretary. Stele of bluish marble, broken at the bottom.
[ ]
Ionia — Priene — Sanct. of Athena — 200-190 BC — IvPriene (1906) 59 — SEG 43.850 — IK Laodikeia am Lykos 5
See also:
| 1 | τ̣[ὸ παρ]ὰ̣ Λ̣αοδικέων |
| {²crown}² {²crown}² [{²crown}²] {²crown}² | |
| 2 | Κύδωρος Διονυσίου εἶπεν· ἐπειδὴ ἐκ πλείονος [χρό]νου δικῶν οὐ̣- |
| σ̣ῶν ἀδικάστων παρ’ ἡμῖν ὁ δῆμος ἔπε[μ]ψε πρεσβείαν πρὸ[ς] | |
| Ζ̣εῦξιν περὶ ξενικοῦ δικαστηρίου, Ζ̣εῦξις δὲ ὑπολαμβ[ά]- | |
| 5 | [ν]ων μάλιστα προστήσεσθαι τῶγ κατὰ τὰς δίκας [δε]ό̣ντως τοὺς πα[ρὰ] |
| Πριηνέων ἀποσταλησομένους δικαστάς, ἔγ̣ρ̣[αψ]εν αὐτῶν τῆι βο[υ]- | |
| [λ]ῆι καὶ τῶι δήμωι ὅπως προχειρίσ[ων]ται δικαστὰς τρεῖς ὡς ἐπιε̣[ι]- | |
| κ̣εστάτους καὶ πέμψωσι πρὸς ἡμᾶς· ἀποστείλαντός τε καὶ τοῦ δ[ή]- | |
| μου πρὸς αὐτοὺς πρεσβείαν, Πριηνεῖς ὄντες ἡμῶν φίλοι ἔπεμ- | |
| 10 | ψαν δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγ[ό]- |
| ρου, οἳ παραγενόμενοι εἰς τὴμ πόλιν ἐδίκασαν τὰς δίκας δικαίω̣[ς] | |
| κατὰ τοὺς ὑπάρχοντας ἡμῖν νόμους· ἐπεὶ δὲ καλῶς ἔχον ἐστ[ὶ] | |
| τιμᾶσθαι τοὺς εὔνους ἄνδρας, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδ[ό]- | |
| [χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ζ̣εῦ[ξιν μὲν] ἐπῃνῆσθαι ἐπὶ τῶι γρά̣ψα[ι] | |
| 15 | [Π]ριηνεῦσιν, Πριηνεῖς δὲ ἐπ̣ὶ τῶ̣ι π̣έμψαι ἄν[δρας] κ̣αλοὺς καὶ ἀγαθούς· τοὺ[ς] |
| δὲ δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγόρου | |
| ἐπῃνῆσθαί τε καὶ καλεῖσθαι ὑπὸ τοῦ δήμου εἰς τὸ θέατ[ρο]ν καὶ στεφ[α]- | |
| νοῦσθαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι καθ’ ἕκαστον ἔτος δι[ὰ] | |
| [β]ίου ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι τῶι συντελουμένωι ἐν τοῖς Ἀντ<ι>οχ[εί]- | |
| 20 | οις· ἐπῃνῆσθαι δὲ καὶ τὸν συναποσταλέντα αὐτοῖς γραμματέα Ἡγ[έ]- |
| πολιν Ἡγίου καὶ στεφανωθῆναι ἐν τοῖς Ἀντιοχείοις ἐλαίας στεφά- | |
| νωι· περὶ δὲ τοῦ καλεῖσθαι εἰς τὴν προεδρίαν τοὺς δικαστὰς <καὶ> τῆς | |
| ἀναγγελίας τῶν στεφάνων ἐπιμέλειαν ποιήσασθαι τόν τε | |
| ἀγωνοθέτην καὶ τοὺς πρυτάνεις τοὺς ἑκάστοτε γινομένους· | |
| 25 | ὑπάρχειν δὲ τοῖς δικασταῖς καὶ ἐμ πρυτανείωι σίτησιν καὶ ἔφοδον |
| ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ἵνα δὲ καὶ ὁ δῆμο[ς] | |
| ὁ Πριηνέων εἰδήσηι τὰ ἐψηφισμένα, ἑλέσθαι πρεσβευτὴν ὃς ἀφ[ι]- | |
| κόμενος εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσει καὶ τὴν τοῦ δήμο[υ] | |
| εὔνοιαν ἐμφανίσει ἣν ἔχει πρὸς Πριηνεῖς· παρακαλέσει τ[ε] | |
| 30 | αὐτοὺς ποιήσασθαι τὴν ἀν{αν}αγγελίαν {²⁶ἀναγγελίαν}²⁶ τῶν ἐψηφισμέ- |
| νων στεφάνων τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ | |
| ἐν τῶι ἀγῶνι τῶν Διονυσίων, ὅταν [σ]υν̣<τελῶσι> τὰς πρώτας | |
| σπονδάς, καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα εἰστήλην καὶ σταθῆι | |
| ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σω- | |
| 35 | τηρίαι τῆς πόλεως· τοὺς δὲ ἐξεταστὰς̣ [ἀν]αγράψαντας |
| αὐτὸ εἰς λεύκωμα θεῖναι ἐν τῶι Ἀρ[τέμιδο]ς θησαυρῶ[ι]. | |
| πρεσβευτὴς Κύδωρος Διονυσίου. | |