Honorific decree of Laodikeia on the Lykos for Prienian judges and their secretary.  Stele of bluish marble, broken at the bottom.
[ ] Ionia — Priene — Sanct. of Athena — 200-190 BC — IvPriene (1906) 59 — SEG 43.850 — IK Laodikeia am Lykos 5
1            τ̣[ὸ παρ]ὰ̣ Λ̣αοδικέων
     {²crown}²          {²crown}²          [{²crown}²]          {²crown}²
2 Κύδωρος Διονυσίου εἶπεν· ἐπειδὴ ἐκ πλείονος [χρό]νου δικῶν οὐ̣-
σ̣ῶν ἀδικάστων παρ’ ἡμῖν ὁ δῆμος ἔπε[μ]ψε πρεσβείαν πρὸ[ς]
Ζ̣εῦξιν περὶ ξενικοῦ δικαστηρίου, Ζ̣εῦξις δὲ ὑπολαμβ[ά]-
5 [ν]ων μάλιστα προστήσεσθαι τῶγ κατὰ τὰς δίκας [δε]ό̣ντως τοὺς πα[ρὰ]
Πριηνέων ἀποσταλησομένους δικαστάς, ἔγ̣ρ̣[αψ]εν αὐτῶν τῆι βο[υ]-
[λ]ῆι καὶ τῶι δήμωι ὅπως προχειρίσ[ων]ται δικαστὰς τρεῖς ὡς ἐπιε̣[ι]-
κ̣εστάτους καὶ πέμψωσι πρὸς ἡμᾶς· ἀποστείλαντός τε καὶ τοῦ δ[ή]-
μου πρὸς αὐτοὺς πρεσβείαν, Πριηνεῖς ὄντες ἡμῶν φίλοι ἔπεμ-
10 ψαν δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγ[ό]-
ρου, οἳ παραγενόμενοι εἰς τὴμ πόλιν ἐδίκασαν τὰς δίκας δικαίω̣[ς]
κατὰ τοὺς ὑπάρχοντας ἡμῖν νόμους· ἐπεὶ δὲ καλῶς ἔχον ἐστ[ὶ]
τιμᾶσθαι τοὺς εὔνους ἄνδρας, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδ[ό]-
[χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ζ̣εῦ[ξιν μὲν] ἐπῃνῆσθαι ἐπὶ τῶι γρά̣ψα[ι]
15 [Π]ριηνεῦσιν, Πριηνεῖς δὲ ἐπ̣ὶ τῶ̣ι π̣έμψαι ἄν[δρας] κ̣αλοὺς καὶ ἀγαθούς· τοὺ[ς]
δὲ δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγόρου
ἐπῃνῆσθαί τε καὶ καλεῖσθαι ὑπὸ τοῦ δήμου εἰς τὸ θέατ[ρο]ν καὶ στεφ[α]-
νοῦσθαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι καθ’ ἕκαστον ἔτος δι[ὰ]
[β]ίου ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι τῶι συντελουμένωι ἐν τοῖς Ἀντ<ι>οχ[εί]-
20 οις· ἐπῃνῆσθαι δὲ καὶ τὸν συναποσταλέντα αὐτοῖς γραμματέα Ἡγ[έ]-
πολιν Ἡγίου καὶ στεφανωθῆναι ἐν τοῖς Ἀντιοχείοις ἐλαίας στεφά-
νωι· περὶ δὲ τοῦ καλεῖσθαι εἰς τὴν προεδρίαν τοὺς δικαστὰς <καὶ> τῆς
ἀναγγελίας τῶν στεφάνων ἐπιμέλειαν ποιήσασθαι τόν τε
ἀγωνοθέτην καὶ τοὺς πρυτάνεις τοὺς ἑκάστοτε γινομένους·
25 ὑπάρχειν δὲ τοῖς δικασταῖς καὶ ἐμ πρυτανείωι σίτησιν καὶ ἔφοδον
ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ἵνα δὲ καὶ ὁ δῆμο[ς]
ὁ Πριηνέων εἰδήσηι τὰ ἐψηφισμένα, ἑλέσθαι πρεσβευτὴν ὃς ἀφ[ι]-
κόμενος εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσει καὶ τὴν τοῦ δήμο[υ]
εὔνοιαν ἐμφανίσει ἣν ἔχει πρὸς Πριηνεῖς· παρακαλέσει τ[ε]
30 αὐτοὺς ποιήσασθαι τὴν ἀν{αν}αγγελίαν {²⁶ἀναγγελίαν}²⁶ τῶν ἐψηφισμέ-
νων στεφάνων τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ
ἐν τῶι ἀγῶνι τῶν Διονυσίων, ὅταν [σ]υν̣<τελῶσι> τὰς πρώτας
σπονδάς, καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα εἰστήλην καὶ σταθῆι
ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σω-
35 τηρίαι τῆς πόλεως· τοὺς δὲ ἐξεταστὰς̣ [ἀν]αγράψαντας
αὐτὸ εἰς λεύκωμα θεῖναι ἐν τῶι Ἀρ[τέμιδο]ς θησαυρῶ[ι].
πρεσβευτὴς Κύδωρος Διονυσίου.
Search Help
Contact Us