Honorific decree of Iasos for Priene, a Prienian judge, and his secretary, followed by the response of Priene.  Pedimental stele of white marble, broken into two pieces.
[ ] Ionia — Priene — Sanct. of Athena — mid-190s BC — GIBM III (1890) 420 — IvPriene (1906) 53 — IK Iasos 73
                                      {²three olive crowns}²
τὸ παρὰ Ἰασέων· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· πρυτάνεων γνώμη· περὶ ὧν
ἐπῆλθον Πρωτέας Ἑρμίου καὶ Ἑκαταῖος Ποσειδίππου, ἵνα ἡ βουλὴ καὶ ὁ
δῆμος βουλεύσηται, τίσιν δεῖ τιμαῖς τιμηθῆναι τὸν δῆμον τὸν Πριη-
νέων καὶ τὸν παραγενόμενον πρὸς ἡμᾶς δικαστὴν Ἡροκράτην Ἀνδρίου
5 [κ]αὶ τὸν γραμματέα Ἡγέπολιν Ἡγίου, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι· ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν
καὶ φίλος διετέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀποστεῖλαι δικαστὴν
ἀπέστειλεν ἄνδρα καλὸν καὶ ἀγαθὸν Ἡροκράτην Ἀνδρίου, ὃς παρα-
γενόμενος τὰς μὲν συνέλυσε τῶν δικῶν οὐθὲν ἐλλείπων προθυμίας,
10 ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα συλλυθέντες οἱ ἀντίδικοι τὰ
πρὸς αὑτοὺς μεθ’ ὁμονοίας πολιτεύωνται, τὰς δὲ διέκρινεν δικαίως, τήν
τε ἄλλην ἐνδημίαν ἐποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου ἀξίως ἀμ-
φοτέρων τῶν πόλεων· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς
τοῖς εὐεργετοῦσιν αὑτὸν καὶ οἱ λοιποὶ οἱ παραγινόμενοι δικάζειν εἰς
15 τὴν πόλιν ζητῶσιν ἀξίως ἐπαίνου καὶ τιμῶν ποιεῖσθαι τὰς κρίσεις, εἰ-
δότες ὅτι ὁ δῆμος τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπαινεῖ τε
καὶ τιμᾶι, ἐπῃνῆσθαι τὸν δῆμον τὸν Πριηνέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
ἧς ἔχει εἰς τὴν πόλιν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ
ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων ἡμῶν δικαστὴν ἀπέστειλεν ἄνδρα κα-
20 λὸν καὶ ἀγαθὸν ἐπὶ τὰς κρίσεις· ἐπῃνῆσθαι δὲ καὶ τὸν ἀποσταλέντα δικασ-
τὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας ἐπὶ τῶι προσ-
στῆναι τῶν τε κρίσεων καὶ τῶν συλλύσεων ἴσως καὶ δικαίως· ἐπαινέ-
σαι δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπολιν
Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτά-
25 κτως καὶ τὴν ἐνδημίαν πεποιῆσθαι μετὰ πάσης εὐταξίας· καὶ στεφανῶ-
σαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου,
τὸν δὲ γραμματέα θαλλοῦ στεφάνωι· εἶναι δὲ αὐτοὺς καὶ προξένους τῆς
πόλεως· περὶ πολιτείας δὲ αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν προγράψ[ασ]-
θαι τοὺς προστάτας ἐν τοῖς ἐννόμοις χρόνο<ι>ς· εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπ[ὶ]
30 τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά· ἑλέσθαι δὲ καὶ πρεσ-
βευτάς, οἵτινες παραγενόμενοι εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσουσιν
καὶ παρακαλέσουσιν αὐτοὺς τὴν αὐτὴν αἵρεσιν ἔχειν πρὸς τὸν δῆμον·
[ἀξ]ι̣ώσουσιν δὲ καί, ἵνα οἱ στέφανοι ἀναγγελθῶσιν ἐν τῶι θεάτρωι τοῖς πρώ-
[τοις Διον]υσίοις καὶ τὸ ψήφισμα ἀναγραφῇ ἐν ἱερῶι ὧι ἂν αὐτοῖς φαίνηται, ἵνα
35 [πᾶσιν φανερ]ὸν ἦι, διότι ὁ δῆμος ὁ Ἰασέων καὶ τὰς πόλεις καὶ τοὺς ἄνδρας τοὺς
[ἀγαθοὺς τιμᾶι· ἀ]ναγράψαι δὲ τὸ ψήφισμα καὶ παρ’ ἡμῖν ἐν τῷ ἱερῶι τῆς Ἀρτέ-
ιδος. πρεσβευταὶ ἡιρέ]θησαν Ἑκαταῖος Ποσειδίππου, Μενέξενος Κυδίου.
                                                    vacat
38 [ἔδοξεν τῶι δήμωι· γνώμη] στρατηγῶν· ἐπειδὴ Ἰασεῖς φίλοι ὑπάρχοντες τῶ[ι]
[δήμωι ψήφισμα καὶ πρεσβευτὰ]ς̣ ἀ̣ποστεί[λα]ντες Ἑκ[αταῖο]ν Πο̣σ̣[ειδ]ίππου
40 [καὶ Μενέξενον Κυδίου ἐμφανίζουσιν διότι ὁ ἀποσταλεὶς ὑπὸ τοῦ δήμο]υ δικασ-
[τὴς Ἡροκράτης Ἀνδρίου παραγενόμενος πρὸς αὐτοὺς τὰς μὲν συνέλυσε]
[τῶν δικῶν οὐθὲν ἐλλείπ]ων προθυ[μίας, ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα]
[συλλυθέντες οἱ ἀντίδ]ικοι τὰ πρὸς αὑτοὺς μεθ’ ὁμον[οίας πολιτεύωνται, τὰς δὲ δι]-
[έκρινεν δικαίως, τὴ]ν δὲ ἄλλην ἐνδημίαν ἐποιήσατο [ἀπὸ παντὸς τοῦ βελτίσ]-
45 [του ἀξίως ἀμφοτ]έρων τῶν πόλεων· ἐπαινοῦσίν τε τὸν δῆ[μον τὸν ἡμέτερον]
[ἀρετῆς ἕνεκεν] καὶ εὐνοίας ἧς ἔχει εἰς τὴν πόλιν αὐτῶν καὶ ἐσ[τεφανώκασι χρυσῶι]
[στεφάνωι] ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων α[ὐτ]ῶν δ[ικαστὴν]
[ἀπέστ]ειλεν ἐπὶ τὰς κρίσεις ἄνδρα καλὸν καὶ ἀγαθόν· ἐπαινοῦσι δὲ καὶ [τὸν ἀ]-
[ποστ]αλέντα δικαστὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς [ἕνε]κεν καὶ καλοκἀ[γα]-
50 [θία]ς ἐπὶ τῶι προστῆναι τῶν τε κρίσεων κα̣ὶ̣ τ[ῶν συλ]λ̣ύσεων ἴ[σ]ως καὶ δικαίως·
[ἐ]παινοῦσιν δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπο-
λιν Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτάκτω[ς]
καὶ τὴν ἐνδημία[ν πε]ποιῆσθαι μετὰ πάσης εὐταξίας· καὶ ἐστεφανώκασιν τὸν μὲν̣
[δι]κ̣αστὴν χ̣[ρυ]σ̣ῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, τὸν δὲ γραμμα̣-
55 [τέα θ]αλλοῦ στεφάν[ω]ι, πεποίηνται δὲ αὐτοὺς καὶ προξένους τῆς [π]όλεως· περὶ δὲ
[π]ολιτείας αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν ἐπιτετάχασιν τοῖς προστάταις
προγράψασθαι ἐν τοῖς ἐννόμοις χρόνοις· δέδωκαν δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν
καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά· ἀξιοῦσιν δὲ καί, ἵνα οἱ στέφανοι ἀναγγελῶ-
σιν παρ’ ἡμῖν ἐν τῶι θεάτρωι τοῖς πρώτοις Διονυσίοις καὶ τὸ ψήφισμα ἀναγραφῆι
60 ἐν ἱερῶι ὧι ἂν ἡμῖν φαίνηται, ἵνα πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμος αὐτῶν καὶ τὰς πό-
λεις καὶ τοὺς ἄνδρας τοὺς ἀγαθοὺς τιμᾶι· ἐπελθόντες δὲ καὶ οἱ πρεσβευταὶ
ἐπὶ τὴν ἐκκλησίαν διελέγησαν ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις,
σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν
εὐκόσμως, δεδόχθαι τῶι δήμωι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Ἰασέων ἐπί τε
65 τῆι εὐνοίαι ἧι ἔχει εἰς τὴν πόλιν τὴν ἡμετέραν καὶ ἐπὶ τῆι εὐχαριστίαι ἣμ πεποίη-
ται εἴς τε τὸν δῆμον καὶ τὸν ἄνδρα τὸν ἀποσταλέντα Ἡροκράτην Ἀνδρίου καὶ τὸ[ν]
γραμματέα Ἡγέπολιν Ἡγίου, καὶ ἀποκρίνασθαι αὐτοῖς, διότι ὁ δῆμος διατηρήσει κ[αὶ]
ε̣ἰς τὸν ἄλλον χρόνον τὴν αὐτὴν αἵρεσιν πρὸς τὸν δῆμον αὐτῶν· ἵνα δὲ καὶ τὰ ἀ[ξι]-
ούμενα ὑπὸ Ἰασέων συντελεσσθῆι, τὸμ μὲν ἀγωνοθέτην ὃς ἂν ἦι τότε ποιήσασθ[αι]
70 [τ]ὴν ἀναγγελίαν αὐλητῶν τῶι ἀγῶνι τῶι παιδικῶι τῶν στεφάνων οἷς ἐστεφ[α]-
[ν]ώκασιν Ἰασεῖς τόν τε δῆμον τὸν ἡμέτερον καὶ τὸν δικαστὴν καὶ τὸν γραμ-
ματέα· τὸν δὲ νεωποίην Ἀναξαγόραν ἀπεγδοῦναι στήλην λιθίνην, εἰς ἣν ἀνα-
[γ]ραφήσεται τὰ ψηφίσματα, καὶ σταθήσεται ἡ στήλη ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς
[ἐ]ν δεξιᾷ τῆς εἰκόνος τῆς Κώμου τοῦ Τιμοκλείους· δοῦναι δὲ τὸν νεωποίην
75 [Ἀ]ναξαγόραν τοῖς πρεσβευταῖς τοῖς παρὰ Ἰ<α>σέων ξένια τὰ ἐκ τ{κτ}οῦ {²⁶τοῦ}²⁶ νόμου.
Search Help
Contact Us