Honorific decree of Iasos for Priene, a Prienian judge, and his secretary, followed by the response of Priene. Pedimental stele of white marble, broken into two pieces.
[ ]
Ionia — Priene — Sanct. of Athena — mid-190s BC — GIBM III (1890) 420 — IvPriene (1906) 53 — IK Iasos 73
See also:
| {²three olive crowns}² | |
| τὸ παρὰ Ἰασέων· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· πρυτάνεων γνώμη· περὶ ὧν | |
| ἐπῆλθον Πρωτέας Ἑρμίου καὶ Ἑκαταῖος Ποσειδίππου, ἵνα ἡ βουλὴ καὶ ὁ | |
| δῆμος βουλεύσηται, τίσιν δεῖ τιμαῖς τιμηθῆναι τὸν δῆμον τὸν Πριη- | |
| νέων καὶ τὸν παραγενόμενον πρὸς ἡμᾶς δικαστὴν Ἡροκράτην Ἀνδρίου | |
| 5 | [κ]αὶ τὸν γραμματέα Ἡγέπολιν Ἡγίου, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- |
| μωι· ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν | |
| καὶ φίλος διετέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀποστεῖλαι δικαστὴν | |
| ἀπέστειλεν ἄνδρα καλὸν καὶ ἀγαθὸν Ἡροκράτην Ἀνδρίου, ὃς παρα- | |
| γενόμενος τὰς μὲν συνέλυσε τῶν δικῶν οὐθὲν ἐλλείπων προθυμίας, | |
| 10 | ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα συλλυθέντες οἱ ἀντίδικοι τὰ |
| πρὸς αὑτοὺς μεθ’ ὁμονοίας πολιτεύωνται, τὰς δὲ διέκρινεν δικαίως, τήν | |
| τε ἄλλην ἐνδημίαν ἐποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου ἀξίως ἀμ- | |
| φοτέρων τῶν πόλεων· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς | |
| τοῖς εὐεργετοῦσιν αὑτὸν καὶ οἱ λοιποὶ οἱ παραγινόμενοι δικάζειν εἰς | |
| 15 | τὴν πόλιν ζητῶσιν ἀξίως ἐπαίνου καὶ τιμῶν ποιεῖσθαι τὰς κρίσεις, εἰ- |
| δότες ὅτι ὁ δῆμος τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπαινεῖ τε | |
| καὶ τιμᾶι, ἐπῃνῆσθαι τὸν δῆμον τὸν Πριηνέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
| ἧς ἔχει εἰς τὴν πόλιν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ | |
| ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων ἡμῶν δικαστὴν ἀπέστειλεν ἄνδρα κα- | |
| 20 | λὸν καὶ ἀγαθὸν ἐπὶ τὰς κρίσεις· ἐπῃνῆσθαι δὲ καὶ τὸν ἀποσταλέντα δικασ- |
| τὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας ἐπὶ τῶι προσ- | |
| στῆναι τῶν τε κρίσεων καὶ τῶν συλλύσεων ἴσως καὶ δικαίως· ἐπαινέ- | |
| σαι δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπολιν | |
| Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτά- | |
| 25 | κτως καὶ τὴν ἐνδημίαν πεποιῆσθαι μετὰ πάσης εὐταξίας· καὶ στεφανῶ- |
| σαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, | |
| τὸν δὲ γραμματέα θαλλοῦ στεφάνωι· εἶναι δὲ αὐτοὺς καὶ προξένους τῆς | |
| πόλεως· περὶ πολιτείας δὲ αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν προγράψ[ασ]- | |
| θαι τοὺς προστάτας ἐν τοῖς ἐννόμοις χρόνο<ι>ς· εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπ[ὶ] | |
| 30 | τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά· ἑλέσθαι δὲ καὶ πρεσ- |
| βευτάς, οἵτινες παραγενόμενοι εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσουσιν | |
| καὶ παρακαλέσουσιν αὐτοὺς τὴν αὐτὴν αἵρεσιν ἔχειν πρὸς τὸν δῆμον· | |
| [ἀξ]ι̣ώσουσιν δὲ καί, ἵνα οἱ στέφανοι ἀναγγελθῶσιν ἐν τῶι θεάτρωι τοῖς πρώ- | |
| [τοις Διον]υσίοις καὶ τὸ ψήφισμα ἀναγραφῇ ἐν ἱερῶι ὧι ἂν αὐτοῖς φαίνηται, ἵνα | |
| 35 | [πᾶσιν φανερ]ὸν ἦι, διότι ὁ δῆμος ὁ Ἰασέων καὶ τὰς πόλεις καὶ τοὺς ἄνδρας τοὺς |
| [ἀγαθοὺς τιμᾶι· ἀ]ναγράψαι δὲ τὸ ψήφισμα καὶ παρ’ ἡμῖν ἐν τῷ ἱερῶι τῆς Ἀρτέ- | |
| [μιδος. πρεσβευταὶ ἡιρέ]θησαν Ἑκαταῖος Ποσειδίππου, Μενέξενος Κυδίου. | |
| vacat | |
| 38 | [ἔδοξεν τῶι δήμωι· γνώμη] στρατηγῶν· ἐπειδὴ Ἰασεῖς φίλοι ὑπάρχοντες τῶ[ι] |
| [δήμωι ψήφισμα καὶ πρεσβευτὰ]ς̣ ἀ̣ποστεί[λα]ντες Ἑκ[αταῖο]ν Πο̣σ̣[ειδ]ίππου | |
| 40 | [καὶ Μενέξενον Κυδίου ἐμφανίζουσιν διότι ὁ ἀποσταλεὶς ὑπὸ τοῦ δήμο]υ δικασ- |
| [τὴς Ἡροκράτης Ἀνδρίου παραγενόμενος πρὸς αὐτοὺς τὰς μὲν συνέλυσε] | |
| [τῶν δικῶν οὐθὲν ἐλλείπ]ων προθυ[μίας, ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα] | |
| [συλλυθέντες οἱ ἀντίδ]ικοι τὰ πρὸς αὑτοὺς μεθ’ ὁμον[οίας πολιτεύωνται, τὰς δὲ δι]- | |
| [έκρινεν δικαίως, τὴ]ν δὲ ἄλλην ἐνδημίαν ἐποιήσατο [ἀπὸ παντὸς τοῦ βελτίσ]- | |
| 45 | [του ἀξίως ἀμφοτ]έρων τῶν πόλεων· ἐπαινοῦσίν τε τὸν δῆ[μον τὸν ἡμέτερον] |
| [ἀρετῆς ἕνεκεν] καὶ εὐνοίας ἧς ἔχει εἰς τὴν πόλιν αὐτῶν καὶ ἐσ[τεφανώκασι χρυσῶι] | |
| [στεφάνωι] ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων α[ὐτ]ῶν δ[ικαστὴν] | |
| [ἀπέστ]ειλεν ἐπὶ τὰς κρίσεις ἄνδρα καλὸν καὶ ἀγαθόν· ἐπαινοῦσι δὲ καὶ [τὸν ἀ]- | |
| [ποστ]αλέντα δικαστὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς [ἕνε]κεν καὶ καλοκἀ[γα]- | |
| 50 | [θία]ς ἐπὶ τῶι προστῆναι τῶν τε κρίσεων κα̣ὶ̣ τ[ῶν συλ]λ̣ύσεων ἴ[σ]ως καὶ δικαίως· |
| [ἐ]παινοῦσιν δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπο- | |
| λιν Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτάκτω[ς] | |
| καὶ τὴν ἐνδημία[ν πε]ποιῆσθαι μετὰ πάσης εὐταξίας· καὶ ἐστεφανώκασιν τὸν μὲν̣ | |
| [δι]κ̣αστὴν χ̣[ρυ]σ̣ῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, τὸν δὲ γραμμα̣- | |
| 55 | [τέα θ]αλλοῦ στεφάν[ω]ι, πεποίηνται δὲ αὐτοὺς καὶ προξένους τῆς [π]όλεως· περὶ δὲ |
| [π]ολιτείας αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν ἐπιτετάχασιν τοῖς προστάταις | |
| προγράψασθαι ἐν τοῖς ἐννόμοις χρόνοις· δέδωκαν δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν | |
| καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά· ἀξιοῦσιν δὲ καί, ἵνα οἱ στέφανοι ἀναγγελῶ- | |
| σιν παρ’ ἡμῖν ἐν τῶι θεάτρωι τοῖς πρώτοις Διονυσίοις καὶ τὸ ψήφισμα ἀναγραφῆι | |
| 60 | ἐν ἱερῶι ὧι ἂν ἡμῖν φαίνηται, ἵνα πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμος αὐτῶν καὶ τὰς πό- |
| λεις καὶ τοὺς ἄνδρας τοὺς ἀγαθοὺς τιμᾶι· ἐπελθόντες δὲ καὶ οἱ πρεσβευταὶ | |
| ἐπὶ τὴν ἐκκλησίαν διελέγησαν ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις, | |
| σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν | |
| εὐκόσμως, δεδόχθαι τῶι δήμωι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Ἰασέων ἐπί τε | |
| 65 | τῆι εὐνοίαι ἧι ἔχει εἰς τὴν πόλιν τὴν ἡμετέραν καὶ ἐπὶ τῆι εὐχαριστίαι ἣμ πεποίη- |
| ται εἴς τε τὸν δῆμον καὶ τὸν ἄνδρα τὸν ἀποσταλέντα Ἡροκράτην Ἀνδρίου καὶ τὸ[ν] | |
| γραμματέα Ἡγέπολιν Ἡγίου, καὶ ἀποκρίνασθαι αὐτοῖς, διότι ὁ δῆμος διατηρήσει κ[αὶ] | |
| ε̣ἰς τὸν ἄλλον χρόνον τὴν αὐτὴν αἵρεσιν πρὸς τὸν δῆμον αὐτῶν· ἵνα δὲ καὶ τὰ ἀ[ξι]- | |
| ούμενα ὑπὸ Ἰασέων συντελεσσθῆι, τὸμ μὲν ἀγωνοθέτην ὃς ἂν ἦι τότε ποιήσασθ[αι] | |
| 70 | [τ]ὴν ἀναγγελίαν αὐλητῶν τῶι ἀγῶνι τῶι παιδικῶι τῶν στεφάνων οἷς ἐστεφ[α]- |
| [ν]ώκασιν Ἰασεῖς τόν τε δῆμον τὸν ἡμέτερον καὶ τὸν δικαστὴν καὶ τὸν γραμ- | |
| ματέα· τὸν δὲ νεωποίην Ἀναξαγόραν ἀπεγδοῦναι στήλην λιθίνην, εἰς ἣν ἀνα- | |
| [γ]ραφήσεται τὰ ψηφίσματα, καὶ σταθήσεται ἡ στήλη ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς | |
| [ἐ]ν δεξιᾷ τῆς εἰκόνος τῆς Κώμου τοῦ Τιμοκλείους· δοῦναι δὲ τὸν νεωποίην | |
| 75 | [Ἀ]ναξαγόραν τοῖς πρεσβευταῖς τοῖς παρὰ Ἰ<α>σέων ξένια τὰ ἐκ τ{κτ}οῦ {²⁶τοῦ}²⁶ νόμου. |