Honorific decree for three sitophylakes.  Pedimental stele of blue marble, broken on the right and at the bottom.
[ ] Ionia — Priene — Sanct. of Athena — prob. bef. 200 BC — GIBM III (1890) 413 — IvPriene (1906) 81
See also:
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐκ̣τί[της]?
Ἀπολλωνίου εἶπεν· ἐπειδὴ αἱρεθέντες σ̣[ιτοφύλα]-
κες ὑπὸ τοῦ δήμου Ἡγησίας Θρασυβούλου, Φι[λίσκος]
Ἀπολλωνίου, Ζωΐλος Εὐαγόρου κοινὴν ἐπο[ιήσαν]-
5 το τὴν ἀρχὴγ καὶ τοῦ τε σίτου καὶ [τ]ῶν ἄλλω[ν τῶγ]
κατὰ τὴν ἀγορὰν τὴν σιτόπωλιν πωλουμέ̣[νων ἀεὶ]
τὴν ἐ<ν>δεχομένην ἐπιμέλειαν ἐποιήσα[ντο κατὰ]
τοὺς νόμους, τούς τε λόγους ἀπέδωκαν̣ [τῆς ἀρχῆς]
ὀρθοὺς καὶ δικαίους, ἐπηινῆσθαί τε Ἡγησίαν̣ [Θρασυβού]-
10 λου, Φιλίσκον Ἀπολλωνίου, Ζωΐλον Εὐαγόρ[ου, διότι]
ἦρξαν τὴν ἀρχὴν δικαίως καὶ κατὰ τοὺς ν̣[όμους, καὶ]
στεφανῶσαι αὐτῶν ἕκαστον στεφάνωι χρ̣[υσέωι τῶι]
ἐκ τοῦ νόμου καὶ ἀναγγεῖλαι αὐτῶν τοὺς σ[τεφάνους]
ἐν τῶι θεάτρωι τοῖ̣ς πρώτ̣οις Διονυσίοις̣ ἐ[ν τῶι ἀγῶνι]
15 τῶι μουσικῶι, δηλοῦντας διὰ τῆ̣ς ἀναγγ̣[ελίας τὰς]
αἰτίας δι’ ἃς στεφανοῦνται· τ̣[ῆς δὲ ἀναγγελίας ἐπι]-
μεληθῆναι τὸν ἀγωνοθέτ̣[ην· τὸ δὲ ψήφισμα τόδε ἀνα]-
γραψάτω ὁ νεωποίης [εἰς στήλην λιθίνην καὶ στη]-
σάτω ἐν τῶι ἱερῶι̣ [τῆς Ἀθηνᾶς].
Search Help
Contact Us