Honorific decree for three sitophylakes. Pedimental stele of blue marble, broken on the right and at the bottom.
[ ]
Ionia — Priene — Sanct. of Athena — prob. bef. 200 BC — GIBM III (1890) 413 — IvPriene (1906) 81
See also:
| 1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐκ̣τί[της]? |
| Ἀπολλωνίου εἶπεν· ἐπειδὴ αἱρεθέντες σ̣[ιτοφύλα]- | |
| κες ὑπὸ τοῦ δήμου Ἡγησίας Θρασυβούλου, Φι[λίσκος] | |
| Ἀπολλωνίου, Ζωΐλος Εὐαγόρου κοινὴν ἐπο[ιήσαν]- | |
| 5 | το τὴν ἀρχὴγ καὶ τοῦ τε σίτου καὶ [τ]ῶν ἄλλω[ν τῶγ] |
| κατὰ τὴν ἀγορὰν τὴν σιτόπωλιν πωλουμέ̣[νων ἀεὶ] | |
| τὴν ἐ<ν>δεχομένην ἐπιμέλειαν ἐποιήσα[ντο κατὰ] | |
| τοὺς νόμους, τούς τε λόγους ἀπέδωκαν̣ [τῆς ἀρχῆς] | |
| ὀρθοὺς καὶ δικαίους, ἐπηινῆσθαί τε Ἡγησίαν̣ [Θρασυβού]- | |
| 10 | λου, Φιλίσκον Ἀπολλωνίου, Ζωΐλον Εὐαγόρ[ου, διότι] |
| ἦρξαν τὴν ἀρχὴν δικαίως καὶ κατὰ τοὺς ν̣[όμους, καὶ] | |
| στεφανῶσαι αὐτῶν ἕκαστον στεφάνωι χρ̣[υσέωι τῶι] | |
| ἐκ τοῦ νόμου καὶ ἀναγγεῖλαι αὐτῶν τοὺς σ[τεφάνους] | |
| ἐν τῶι θεάτρωι τοῖ̣ς πρώτ̣οις Διονυσίοις̣ ἐ[ν τῶι ἀγῶνι] | |
| 15 | τῶι μουσικῶι, δηλοῦντας διὰ τῆ̣ς ἀναγγ̣[ελίας τὰς] |
| αἰτίας δι’ ἃς στεφανοῦνται· τ̣[ῆς δὲ ἀναγγελίας ἐπι]- | |
| μεληθῆναι τὸν ἀγωνοθέτ̣[ην· τὸ δὲ ψήφισμα τόδε ἀνα]- | |
| γραψάτω ὁ νεωποίης [εἰς στήλην λιθίνην καὶ στη]- | |
| σάτω ἐν τῶι ἱερῶι̣ [τῆς Ἀθηνᾶς]. |