Honorific decree for Euandros of Thessalian Larisa. Stele, in two fragments, broken at the top; the lower fragment (ll. 14-31) now missing.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 300-250 BC — IvPriene (1906) 12
See also:
| 1 | [․․․․․․․․․ τὰ μ]ὲν ἄλλα καθότι κα[ὶ] ἔ̣μ[προσθεν ἡ] |
| [στήλη ἦν γεγρα]μμένη· δοῦναι δ’ αὐτῶι καὶ [πρ]ὸ[ς] | |
| [τοῖς τιμίοις τ]οῖς ἔμπροσθε δεδομένοις καὶ ἐν | |
| [Πανιωνί]ωι σίτησιν καὶ ἐν τιμουχίωι ἐπειδὰν αἱ | |
| 5 | [συναρχίαι συν]ῶσι[ν] ἀπὸ δημοσίας· εἶναι δὲ ταῦτα̣ |
| [πάντα αὐτ]ῶι καὶ ἐκγόνοις εἰς ἅπαντα τὸγ χρόνον· | |
| [ἐὰν δέ τις περὶ τ]ού[το]υ τοῦ ψηφίσματος ἢ τῆς στή̣- | |
| [λης τῆς νῦν ἀ]πο[κα]θισταμένης ἢ ἄρχων προτιθῆι | |
| [ἢ ἰδιώτης, συ]γ[κα]ταλύειν βουλόμενος τὴν δωρε- | |
| 10 | [ὰν τοῦ δή]μου, ἄ̣[κ]υρα ἔσ̣τ̣ω· [τ]ὸ δὲ ψήφισμα τὸ γεγραμ- |
| [μένον καὶ αἱ δ]ωρεαὶ τοῦ δήμου κύριαι Εὐάνδρωι | |
| [καὶ τοῖς ἐκγ]ό[ν]ο[ις] κατὰ τὰ γε̣γραμμένα ἔστωσα[ν] | |
| [καὶ οἰκοῦντι] ἐμ Πριήνηι καὶ ἀποικοῦντ[ι]. | |
| vacat | |
| 14 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη συνέδρω[ν]· |
| 15 | [ἐπειδ]ὴ Εὔανδρος Σαβύλλου Θεσσαλὸ[ς ἐ]γ̣ Λα̣ρ[ί]- |
| [σης ἰδίαι] τε περὶ το̣[ὺς ἐντυγχά]ν̣οντας [αὐτῶι τῶμ] | |
| [πολιτῶν καὶ κοινῆι] περὶ τ̣ὴ̣[μ] πό[λιν ἀνὴρ ἀγαθὸς] | |
| [ὢν διατετέλεκεν, συγ]κατασκευάζων ὅ τι ἂν [δύνηται] | |
| [χρήσιμον, δε]δόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενο[ν] | |
| 20 | [καὶ εὐεργέτη]ν τοῦ δήμου τοῦ Πριηνέων· δεδόσθαι [δὲ] |
| [αὐτῶι καὶ πο]λιτείαν καὶ ἐπὶ φυλὴν ἐπικληρῶσαι καὶ | |
| [μετουσίαν] ἱερῶ[ν] κα̣ὶ ἀ̣ρχ[ε]ίων ὧγ καὶ Πριηνεῖς οἱ ἄλλο[ι] | |
| [καὶ ἔγκτησιν] γῆς ψιλῆς καὶ δενδρείτιδος καὶ οἰκί[α]ς | |
| [καὶ ἀτέλειαμ π]άντωμ πλὴγ γῆς μερίδος καὶ ἄφιξιν | |
| 25 | [εἰς τὴμ πόλ]ι[γ κα]ὶ τὴ̣γ χώραν καὶ κατὰ γῆγ καὶ κατὰ θά- |
| [λασσαν α]ὐ[τῶι καὶ] χρήμασιν, καὶ εἰσαγωγὴν καὶ ἐξαγω- | |
| [γὴμ] πάντ[ων ἀσ]πονδεὶ καὶ ἀσυλεὶ καὶ ἐμ πολέμωι καὶ | |
| [ἐν] ε[ἰ]ρήν[ηι καὶ π]ροεδρίαν ἐν τοῖς ἀγῶσι καὶ σίτησι[ν] | |
| [ἐμ] πρυ[τανεί]ωι καὶ ἔφο[δ]ον ἐπὶ [τ]ὰς̣ [ἀ]ρχὰ̣ς καὶ τὸν̣ δῆμο[ν] | |
| 30 | [με]τὰ τ[ὰ ἱερὰ] π[ρ]ώτωι· ταῦτα δὲ εἶνα̣ι α̣ὐτῶι καὶ ἐκγόνο[ις]· |
| [ἐπιγράψαι δὲ εἰς] τὴν στήλην τὴ̣μ φυλὴ[ν] ἐ[φ’] ἣν ἂ[ν] ἐπικληρω[θῆι]. | |