Honorific decree for Nymphon as phrouarchos.  Two fragments of a stele of blue marble (b now missing); inscribed two times (nos. 21-22).
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 270-262 BC — GIBM III (1890) 416 — IvPriene (1906) 21
See also:
1 [ἐπὶ] στ[εφα]νηφόρου Ἀκάμαντος, μηνὸς Μεταγε[ιτνι]-
[ῶνος ․․․․․] ἱ̣σταμένου· Α[․․․․․․․․․]έου̣ εἶπε̣[ν· ἐπει]-
[δὴ Νύμφω]ν Πρωτάρχου φρούραρχος ἀποδειχθεὶς τῆς ἄ[κρας]
ὑπὸ τοῦ δήμου διέμεινέ τε πάντα τὸγ χρόνον ἐν τῶι φρου-
5 ρίωι κατὰ τὸν νόμον καὶ ἐπιμελῶς καὶ φιλοτίμως διαφυλά̣-
ξας μετὰ τῶν φρουρῶν παρέδωκε τῶι δήμωι καθότι καὶ πα-
ρέλαβεν, καὶ τοῖς φρουροῖς ὀρθῶς καὶ δικαίως χρώμενος
διετέλεσεν, τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι· ἐπηινῆισθαί τε Νύμφωνα καὶ στεφανῶσαι αὐτὸν
10 στεφάνωι χρυσέωι καὶ ἀναγγεῖλαι τὸν στέφανον καὶ δι’
ἃς αἰτίας στεφανοῦται τοῖς πρώτοις Διονυσίοις αὐλητῶ[ν]
τῶι πρώτωι ἀγῶνι· τῆς δὲ ἀναγγελίας ποιήσασθαι τὴν ἐ-
πιμέλειαν τὸν ἀγωνοθέτην, ὅπως φαίνηται μνημονε[ύ]-
ων ὁ δῆμος τῶν δικαίων ἀνδρῶν καὶ ἀγαθῶν· τὸ δὲ ψήφισμα τόδε
15 ἀναγράψαι εἰς τὴν στήλην τὴν πρότερον ὑπάρχουσαν αὐ-
τῶ<ι> ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· τὸ δὲ ἀνάλωμα τό τε εἰς τὸν
[σ]τέφανον καὶ τὴν ἀναγραφὴν τοῦ ψηφίσματος ὑπηρε-
τῆσαι τὸν νεωποίην Κλεότιμον ἐν τῶι μηνὶ τῶι Βοιηδρομιῶ-
[ν]ι τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ Ἀκάμαντα καὶ ἀνενεγκεῖν
20 [ἐ]ν λόγωι.
Search Help
Contact Us