[ ] Att. — non-stoich. — p. ante 200 a. — IG II² 1304b Add. (pt. 1.2 p. 672)
See also:
1 [εἶπεν· ἐπειδὴ χειροτονηθεὶς Σωσικρ]άτης ταμί-
[ας τῶν στ]ρα[τι]ω[τικῶν τὸ]ν ἐνιαυτὸν τὸν ἐπὶ Φι-
λίνου ἄρχοντος ἄρχ[ε]ι τὴν ἀρχὴν ἀκολούθως
τοῖς τε νόμοις κ[αὶ] τοῖς ψηφίσμασιν τῆς τε βου-
5 λῆς κ[αὶ] τοῦ δήμου, διατελεῖ δὲ καὶ τῶν πολιτ-
ῶν το[ῖ]ς τετα[γ]μ[έ]νοις Ἐλευσῖνι χρείας παρεχό-
μενος καὶ κοινεῖ καὶ ἰδ[ί]αι, καθ’ ὃ ἄν τις αὐτὸν
παρακαλεῖ, ἀγαθεῖ τύχει δεδόχθαι τῶν πολ-
[ι]τῶν τοῖ[ς] τεταγμένοις Ἐλευσῖνι ἐπαινέσαι
10 [Σ]ωσικράτην Μιλτιάδου Σφήττιον καὶ στε-
[φαν]ῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν
[νόμ]ον ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς
[τοὺς] θεοὺς καὶ εὐνοίας καὶ φιλ̣οτιμίας τῆς ε-
[ἰς ἑαυτ]ούς, καὶ ἀνειπεῖν τὸν στέφανον Ἁλοίω-
15 [ν τῶι πατ]ρίωι ἀγῶνι. ἀναγράψαι δὲ τόδε τὸ ψή-
[φισμα ἐν στήλει] λιθίνει καὶ στ[ῆ]σαι ἐν τῶι ἱερῶ-
[ι τῶι ἐν Ἐλευσῖνι, τῆς δὲ ἀ]ναγορ[ε]ύσεως τοῦ στ-
[εφάνου καὶ τῆς στάσεως τῆς] στήλης ἐπιμ-
[εληθῆναι τὸν γραμματέα καὶ τ]οὺς αἱρεθέν-
20 [τας. ἡιρέθησαν — — — — — — — — — — Ἐ]πιγένης
Search Help