[ ]
Att. — non-stoich. — p. ante 200 a. — IG II² 1304b Add. (pt. 1.2 p. 672)
See also:
| 1 | [εἶπεν· ἐπειδὴ χειροτονηθεὶς Σωσικρ]άτης ταμί- |
| [ας τῶν στ]ρα[τι]ω[τικῶν τὸ]ν ἐνιαυτὸν τὸν ἐπὶ Φι- | |
| λίνου ἄρχοντος ἄρχ[ε]ι τὴν ἀρχὴν ἀκολούθως | |
| τοῖς τε νόμοις κ[αὶ] τοῖς ψηφίσμασιν τῆς τε βου- | |
| 5 | λῆς κ[αὶ] τοῦ δήμου, διατελεῖ δὲ καὶ τῶν πολιτ- |
| ῶν το[ῖ]ς τετα[γ]μ[έ]νοις Ἐλευσῖνι χρείας παρεχό- | |
| μενος καὶ κοινεῖ καὶ ἰδ[ί]αι, καθ’ ὃ ἄν τις αὐτὸν | |
| παρακαλεῖ, ἀγαθεῖ τύχει δεδόχθαι τῶν πολ- | |
| [ι]τῶν τοῖ[ς] τεταγμένοις Ἐλευσῖνι ἐπαινέσαι | |
| 10 | [Σ]ωσικράτην Μιλτιάδου Σφήττιον καὶ στε- |
| [φαν]ῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν | |
| [νόμ]ον ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς | |
| [τοὺς] θεοὺς καὶ εὐνοίας καὶ φιλ̣οτιμίας τῆς ε- | |
| [ἰς ἑαυτ]ούς, καὶ ἀνειπεῖν τὸν στέφανον Ἁλοίω- | |
| 15 | [ν τῶι πατ]ρίωι ἀγῶνι. ἀναγράψαι δὲ τόδε τὸ ψή- |
| [φισμα ἐν στήλει] λιθίνει καὶ στ[ῆ]σαι ἐν τῶι ἱερῶ- | |
| [ι τῶι ἐν Ἐλευσῖνι, τῆς δὲ ἀ]ναγορ[ε]ύσεως τοῦ στ- | |
| [εφάνου καὶ τῆς στάσεως τῆς] στήλης ἐπιμ- | |
| [εληθῆναι τὸν γραμματέα καὶ τ]οὺς αἱρεθέν- | |
| 20 | [τας. ἡιρέθησαν — — — — — — — — — — Ἐ]πιγένης |